ταῦτά τινων διδασκάλων οὐ λεγόντων τοῖς αὐτῶν δεησομένοις· ἐκ τοίνυν τούτων οὐκ εὖ ἔμελλε τἀμὰ ἕξειν. ἐντεῦθεν ἔπραττον ἃ μὴ ποιεῖν ἤθελον. οὐκ ἂν δὲ ἐβουλήθην διά τε τὴν ἀπ’ αὐτοῦ δυσκολίαν καὶ τὸ πόρρω μοι τὴν ψυχὴν τῶν τοιούτων ἑστάναι χρη-
ματισμῶν. οὐδεμία γοῦν ἔχθρα ταύτην ἀφῆκε κὰγ ἐμοῦ τὴν φωνήν, ἀλλ’ ἐν πολλοῖς οἷς ἐψεύσαντο τοῦτο | 1 οὐκ ἐτόλμησαν. τῷ τοίνυν ἀδωροτάτῳ τί ταύτης ἔδει τῆς ἀφορμῆς;
τετρωμένης καὶ δυνηθείς, οὐκ οἷδ’ ὅθεν, ταῦτα μαθεῖν ἐκλεισε γράμμασι τὰς τῶν ἀρχόντων θύρας, καλῶς μὲν ποιήσας ὃ πεποίηκε, κατὰ δὲ τὸν Διομήδην οὐκ ἐλθὼν ἐπὶ τὸ πέρας. τὸ δὲ ἣν ἐπ ἐκείνοις τοῖς γράμμασιν ἕτερα σὰ γενέσθαι καὶ εἶναι ταῦτα νόμον. οὐ γὰρ ἂν
ταῦτα ἔπαθεν ὅπερ ἐκεῖνα. [οὐκ ἂν ἐλύθη.] νῦν δ’ ἅμα τε ἐκεῖνος ᾤχετο καὶ | ταῦτα ἣν οὐδέν. 5
ἀτιμότερον. καὶ τῶν δικαζομένων μόνοις πάρεχε νικᾶν οἷς τὸ νίκαν παρὰ τῆς ἀληθείας. περιλαμβανέτω δὲ ὁ νόμος καὶ τραπέζας καὶ πότους, καὶ μήθ’ ὁ ἄρχων ἑστιάτω καλῶν μήτ᾿ αὐτὸς τρεχέτω καλούμενος. καὶ γὰρ τούτων ἑκάτερον τῷ δικαίῳ ζημία. ὁ γάρ φιλο-
τησίαν δεχόμενος ὁμοῦ τῷ τὴν χεῖρα ὑποσχεῖν ᾔτησε χάριν, ἡ δ’ ἀρχὴ τὴν φιάλην αἰσχυνομένη οἶδε μέν, 6 7 8 ὧς οὐ δίκαια ποιήσει, νεύει δὲ ὅμως. τὰ αὐτά πρὸς ἕτερον, τὰ αὐτὰ πρὸς τρίτον, τά αὐτά πρὸς ἕκαστον. καὶ διὰ πάντων ἡ κύλιξ ἔρχεται μεθ’ ἑαυτῆς ἄγουσα κέρδος. καὶ πίνων ἂν μεταξύ τι τοιοῦτον εἴποι καὶ παρ’
ἐσθίοντος ἔνι τοῦτο γενέσθαι. καὶ τῆς παρά τῶν σιτίων ἡδονῆς ἡ τῶν διαβολῶν οὐκ ἐλάττων, καὶ ποιεῖ πᾶσι ῥήμασιν ὁ Διόνυσος πύλας, καὶ ὁ τῆς εὐωχί·ας καιρὸς πολλοῖς ἐπήνεγκε συμφορὰς ἀναπτομένου ῥήμασι τοῦ τὸν θρόνον ἔχοντος. μὴ τοίνυν μήτε καλείτω μήθ’ 9 ἑστιάτω | μηδὲ τοῖς μισθωτοῖς τούτοις εἰς τὸ
καὶ λέγειν καὶ πράττειν ἃ βούλονται γιγνέσθω χορηγός.
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.