ἀλλ’ ἒν ἄριστον ἔξω μόνον τὸ παρὰ τῷ βασιλεῖ, τὰ δ’ ἄλλα τὴν ὀροφὴν ἔδει τῆς καταγωγῆς ὁρᾶν. οὐδεὶς δ’ ἂν οὐδενὶ πλήθει χρυσοῦ τῶν ἀρχόντων τινά πρὸς τράπεζαν εἵλκυσεν οὐδ’ ὧν αὐτὸς ἐν ἀρχῇ μείζονι. ἀλλὰ νῦν καὶ τοῖς ἰδιώταις τοῦτο ὑπάρχει καὶ ὁ κλη-
θεὶς <καὶ> τετίμηται καὶ τετίμηκεν. ἔστι δὲ ἰδιώτης ὁ μηκέτ᾿ ἄρχων, εἰ καὶ | λίαν ἐν πολλαῖς ἀρχαῖς 1 γεγένηται. ὁ δὴ τὸν ἄρχοντα ἐπὶ τοῦτο λαβὼν πρῶ- τον ἠμαύρωσεν αὐτῷ τὸ τῆς ἀρχῆς ἀξίωμα, ἔπειτα ἔσχεν ὑποχείριον καὶ πᾶν ἐπαγγέλλειν ἔξεστιν. ἔστω
τοίνυν ὁ λόγος αὐτῷ πρὸς τὸν αὐτοῦ μάγειρον καὶ τὸν ἐκείνου ζωμόν, εἴτε ἡδίων εἴτε ἀηδέστερος εἴη. κἂν εἴη γυνὴ καὶ παῖδες, ἔχει συσσίτους, εἰ δὲ μήπω παῖδας, ἐκείνην. εἰ δ’ ἡ ἀρχὴ τὸν γάμον ἴφθη, τὸν καὶ ἐροῦντά τι καὶ ἀκουσόμενον ἔχει τὸν πάρεδρον.
θεῖναι νόμον πᾶσι λυσιτελοῦντα τοῖς νόμοις. πύρ- 5 γωσον τοίνυν τὰς ἀρχάς καὶ | τά τε ἐπιτάγματα τῶν οὐκ ἀρχόντων σβέσον τάς τε ἀπειλὰς τοῦ κακῶς ἐρεῖν τὸν οὐ πειθόμενον ἄνελε. καὶ παρὰ τῆς Δίκης, μεγάλης θεοῦ, πάλιν ἀνθούσης οἴου σοι λαμπρὰς ἀμοι- βὰς ἀφίξεσθαι.
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.