κεκρατηκέναι. ἐν δὲ τούτοις βοσκήματα, ἀνδράποδα, γῆ, δανείσματα, δεσμοί, δεσμῶν λύσεις. καὶ γὰρ εἴ τίς ἐστιν ἄρχων οἷος αἰδεῖσθαι εἷσθαι τὸ δίκαιον, πολλά ἂν ποιήσειεν ἄνθρωπος πολὺν χρόνον προσκαθήμενος καὶ μακρὰς ἐπῳδὰς ἐπᾴδων καὶ χειρῶν καὶ γονάτων ἀπτό-
μένος καὶ ἐπαίνους ὑπισχνούμενος καὶ κακῶς ἐρεῖν ἀπειλῶν. εἶθ’ ὁ μέν ἐν μέσῳ κάθηται κατὰ τὸν νόμον, οἶ δέ ἔνθεν καὶ ἔνθεν οὐκ ἐῶσιν εἶναι δικαστήν. πῶς γὰρ ἂν εἴη δικαστὴς νυττόμενος ἔνθεν καὶ ἔνθεν, ὅπως ἡ χάρις ἔχοι πλέον τοῦ νόμου;
ἐκείνης ἐνεχθείσης μισθὸν ἀπαιτεῖ ψήφου δικαίας πε- πονηκὼς οὐδὲν οὐδέ γε φθεγξάμενος.
ἢν γὰρ μὴ δῷς, | φησί, τὴν χάριν, οὐκ οἴσεις 18 19 20 21 22 23 24 25 26 27 28 29 30 τά βέλη τὰ ἀπὸ τοῦ στόματος. πάντως δὲ ἐπιτή- δειον ἡ ἀγορὰ χωρίον τοῖς τὰ τοιαῦτα τοξεύουσιν. εἶτ’ ἀπὸ τῶν τοιούτων ἀπειλῶν χάριτες πονηραὶ καὶ ψῆφοι τράπεζαί τε λαμπραὶ τοῖς παρὰ τῶν κεκρατη-
κότων πεμπομένοις· οὐ γὰρ αὐτῶν γε τῶν τρυφώντων ἀναλισκόντων. καὶ ἔστιν αὐτοῖς τὸ μετὰ τὰς πρώτας θύρας ἀεὶ μεστὸν ἰχθύων, κεραμίων, ὀρνίθων, τῶν ἄλλων ὅσα δαῖτα δύναται ποιεῖν. κομίζεται δὲ πολλά πολλαχόθεν, τὰ μὲν ἐκ τῆς αὐτῆς πόλεως, τά δὲ ἐξ
ἄλλων ὧν αἱ μὲν ἐν ἠπείροις, αἶ δὲ ἐν νήσοις. καὶ αἶ κάμηλοι πρὸς τὰς ὁλκάδας ἁμιλλῶνται.
Oratio 51. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.