δὲ χρυσός. ὧν εἵνεκα τὰ τῶν ἀρχόντων βαλανεῖα | 1 προκέκριται τῶν κοινῶν τούτων καὶ μεγάλων. πολλὰ γὰρ ἂν αἰτηθείη καὶ παρά γυμνῶν καὶ παρ’ ἀποψωμένων καὶ ἐν ἑκατέρᾳ γε δεξαμενῇ θερμοῦ τε ὕδατος καὶ ψυχροῦ. οἶ δὲ δεόμενοι τῶν οὕτω λου- μένων τάς τε ἐξόδους αὐτῶν ἀναμένουσι καὶ παρα-
κολουθοῦσιν ἀκοῦσαί τι τῶν αὑτοῖς συμφερόντων εὐ- 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 χόμενοι. οἱ δὲ τῷ προσώπῳ δηλώσαντες, ὧς οὐκ ὀλίγου πόνου τὸ πεπραγμένον, ἔδοσαν ἐλπίσαι, καὶ τά ὀνεί- ρατα ἀμφοτέροις ἡδέα, τοῖς μὲν τὸ κράτος, τοῖς δὲ ὁ μισθός.
ἐκεῖνο τὸ ἔωθεν ἀνισταμένους ὑπερβάντας τὰς ἄλλας φροντίδας οὔτε ὀλίγας καὶ προσηκούσας βαδίζειν εὐθὺς εἰς τὸ δικαστήριον. κουρεῖα δὲ οὐκ ἔστιν, ἰατρεῖα δέ, μυροπώλια δὲ δέξασθαι δυνάμενα καὶ λόγους καὶ συν- ουσίας; τί οὖν ταῦτα παρορῶντες ἐκεῖσε φέρεσθε καὶ
τῆς ἐνταῦθα ἀπραγμοσύνης τὴν ἀηδίαν προτιμᾶτε τὴν ἐν τοῖς δικαστηρίοις; ἀλλ’ οὗτοι μὲν οὐκ ἐροῦσιν, ἐγὼ δέ, ὦ βασιλεῦ· ὅτι τῆς τοῦ κήρυκος δέονται φωνῆς, ἢν εἰσιόντων ἀφίησιν ἐκεῖνος | πρὸ τῶν θυρῶν. 17 οἱ γὰρ ἀκούσαντες ἄπαντες ἐπὶ τὴν ἐκείνων καταφεύ-
γοῦσιν ἰσχύν. λυσιτελεῖ δὲ αὐτοῖς εἶναι τοὺς δεο- μένους αὐτῶν.
οὐκ ἀφικνοῦνται, τοῦτο δέ ἐστι μέγεθος σχήματος,
τούτῳ τὸ μηδενὸς ἀτυχεῖν ἔχουσι. πλέον γὰρ ἐνίοτε 18 19 20 21 22 23 24 25 26 27 28 29 30 δύναται γραμματεῖον δίθυρον πολλῶν καὶ μακρῶν | 31 λόγων ἐγγύθεν λεγομένων. οὗτοι δέ καὶ ἔρχονταί ποτε καὶ οὐδέποτε, τὸ πρότερον μὲν παρὰ τοὺς ἐν λαμπροτέρᾳ τάξει, τὸ δεύτερον δὲ παρὰ τοὺς ἐν ἐλάτ-
τονι.
ὧν ἡ ψῆφος, εἰ δὲ μή, τῶν οἰκείων, καὶ τὰ μὲν λέλυ- ται, τοῖς δὲ ἔστι λαβεῖν. ὁ δ’ ἄρχων ὑπὸ τῶν οὐκ ἀρχόντων ἄρχεται. ὅταν γὰρ ὧν ἐψήφισται δυνατώ- τερον ᾖ τι, πῶς οὐ τοῦτο συμβαίνει; γίγνονται τοίνυν οἱ ταῦτα κεκελευκότες τῶν ἀφειμένων δεσπόται, καὶ
ταῖς ἐκείνων ἐπιθυμίαις ἀντειπεῖν οὐκ ἔνι τούτοις.
ὑπὲρ δικῶν τε καὶ μυρίων ἑτέρων δεήσεις ποιούμενοι. γνοίης δ’ ἂν αὐτοὺς πόρρωθεν τοῖς προσώποις πείσαν- τάς τε καὶ οὐ πείσαντας· ἐκ μὲν γὰρ ἐκείνου φαιδροί, τούτῳ δέ γε κατηφεῖς. δοκοῦσι μὲν γὰρ ἑτέρων κήδε- σθαι, κήδονται δὲ σφῶν αὐτῶν.
Oratio 51. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.