μικρὸν εἶναι κέρδος τά ἀπὸ τῶν ὅπλων. εἰ μὲν οὖν οἷόν τ’ ἣν εἶναι πανταχοῦ τὰ ὑμέτερα σώματα, τῶν ἀρχόντων οὐδὲν ἂν τούτων ἔδει τῶν ἐπὶ τὰ ἔθνη πὰρ ὑμῶν πεμπομένων ἅπασιν ὑμῶν τοῖς δικαζομένοις ἀπο- χρώντων, ὥσπερ αὐτῆς τῆς τοῦ ἡλίου λαμπάδος. ἐπεὶ
δὲ τοῦτο οὐχ οἷόν τε, δι’ ἑτέρων αὐτοῖς ἐφεστήκατε 1 2 3 4 5 6 7 καὶ διὰ τῆς ἐκείνων γνώμης ὑμεῖς τὰς ψήφους τίθεσθε. τούτους τοίνυν, εἰ καὶ Πὰν εἶεν βέλτιστοι καὶ βού- λοιντ’ ἂν ἀμύνειν τοῖς δικαίοις, ἔστι τὸ κωλῦον καὶ
τὴν ἀκρίβειαν ἀφαιρούμενον. τί τοῦτο;
κάτω λαλοῦντες οὕτως, ὥστε ἐκείνους αἰσθάνεσθαί τοῦτο δέ ἐστιν ἢ προεξαναστῆναι τοῦ τέλους ἢ σὺν ἀηδίᾳ μέχρι τοῦ τέλους ἐλθεῖν. καὶ πρόσεστιν ὕπνου στέρησις. οἷς δ’ ὑπῆρξε καὶ ὕπνου τι δέξασθαι, βοαῖς ταῖς τῶν ἡκόντων ἀφυπνίζονται μᾶλλον ἢ ταῖς παρὰ
τῶν παιδαγωγῶν οἶ παῖδες. οὕτως ἀνέστραπται τὸ πρᾶγμα καὶ τὸ ἄρχειν τῶν ἀρχομένων ἐστίν.
Oratio 51. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.