ὁ δώσων ἔσται. οὐ γὰρ δὴ διά θυρίδων εἰσπέμψει 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 γράμματα προσδήσας βέλεσιν. εἰ δ’ οὖν τις καὶ ἀπώ- σεται τὴν αἴτησιν, πόσων μὲν αὐτῷ δεήσει λόγων, 15 πόσης δὲ μηχανῆς, | πόσου δὲ χρόνου. ταυτὶ δὲ οὐ μικρὰ ζημία τοῖς πράγμασιν ἑλκομένης τοῦ δικα-
στοῦ τῆς γνώμης ἐπὶ ταῦτα ἐκεῖθεν.
τούτους ἢ τούτων εἵνεκα καὶ τοῖς τά δικαστήρια καρ- πουμένοις ἃ κεκλεῖσθαι χρῆν ἀνεῷχθαι, ἄλλως θ’ ὅτε τοῖς μὲν οὐκ εἰσιοῦσιν οὐδὲν βλάβος, οἱ δ᾿ ἂν εἰσιόντες βλάπτοιεν; εὑρήσεις δὲ ἐπὶ τῷ νόμῳ τούτῳ τοὺς μέν
οὐκ ἀχθομένους | τοὺς ὀλίγους οὐδενὸς αὐτοῖς
ἀπολλυμένου, τοὺς δ’ ἀποπνιγομένους τοὺς πολλοὺς πολλῶν αὐτοῖς ἀπολλυμένων τί οὖν δεῖ τὴν πρὸς ἐνίους τιμὴν τοσούτοις ἀφορμὴν δοῦναι κατὰ τῆς τῶν δικαίων μερίδος;
εἰσιόντων. μάθοι δ’ ἄν τι καὶ πονηρὸν παρὰ τῶν εἰσιόντων. ὅτι δὲ οἱ κακοὶ πλείους, ἀνδρὸς ἐπὶ σοφίᾳ δόξαν ἐσχηκότος ὁ λόγος. οὐκοῦν πλείους αἰ πονηραὶ γλῶτται τῶν χρηστῶν ἔσονται. οὐκοῦν πονηρότερος 16 17 18 19 20 21 22 23 24 25 26 27 ἢ χρηστότερος ὁ ἄρχων ἡμῖν ἔσται. ἑωράκαμεν δὲ τοὺς κεκλεικότας τὰς θύρας εὐδοκιμηκότας αὑτοῖς συμβε- βουλευκότας καὶ οὐδὲν τῶν χρησίμων αὐτοὺς ἐκφυγὸν παρὰ τὸ μὴ παιδαγωγεῖσθαι ταῖς τούτων γνώμαις.
Oratio 51. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.