τὸ μηδὲν ἑαυτῷ συνειδέναι κακὸν οὐκ ἀρκεῖ. ἵν οὖν ἀντ’ ἐκείνων ὁ νόμος ἔχῃ τὴν ἀξίαν καὶ μήτε εἰσίωσιν οὔτοι μήτε ἐκεῖνοι κακῶς ἀκούωσι, κεκωλύσθω τὸ πρᾶγμα βασιλείοις γράμμασιν.
δεομένοις μὴ διδόναι χάριτας. ἔξεστι μέν, ἀλλ’ οὐ ῥᾴδιον. μεγάλας γὰρ ἀνάγκας ἔχουσιν αἰ δεήσεις καὶ τὸ ἅψασθαι καὶ χειρὸς καὶ γενείου καὶ τὸ γενέσθαι κατηφῆ. καὶ δάκρυον δ’ ἂν ἀφείη τις. ὁ δὲ καὶ αὐ- τοῦ μενεῖν ἀπειλήσει. μὴ γὰρ εἶναι ἀπελθεῖν ἀτυχή-
σαντι. πρὸ θυρῶν γάρ ἑστάναι τὸν αὐτοῦ δεδεημένον, οὗ τὰς ἐλπίδας αἰσχύνεσθαι. τούτων ἡττᾶται πολλάκις ὁ δικαστής. διὰ ταῦτα δίδωσιν ἃ μὴ βούλεται.
Oratio 51. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.