καὶ ἰατρὸν ἐπὶ τὰ χωλεύοντα καλῶ καὶ μισθὸν τούτου τελῶ, βαδιεῖται δὲ καὶ χρήσεται τοῖς ποσὶν οὐχ ὑπὲρ 2 3 4 ἐμοῦ μᾶλλον ἢ σοῦ; τί τούτου παρανομώτερον; τί δεινότερον; τί δ’ ἄλλο τὸ τῶν τυράννων ἢ τοῦτο ἔστιν, ἀφελέσθαι τοῦτον, ἐκείνῳ δοῦναι, τὸν μὲν ἀδικῆσαι, τῷ δὲ δι’ αὐτοῦ τούτου χαρίσασθαι καὶ τὴν ἑτέρου βλάβην ἄλλου ποιῆσαι κέρδος. καὶ νῦν εί
βουληθείην τὰ τῶν τοῦτο λαβόντων ὀνόματα πάντα διελθεῖν, πολύ τε τοῦτο ἔσται καὶ ἀποκναίσει.
τοῖς τε διδοῦσι τοῖς τε λαμβάνουσιν. ἢ πόθεν ἐφο- βοῦντο καὶ οὗτοι κἀκεῖνοι πρὸς τὰς ἀπειλὰς ἃς ἐποι- ούμην, ὅτι ταῦτα οὐκ ἀγνοήσεις, ἀλλ’ ἔσται τις ὁ μη- νύσων;
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.