δίκαιόν σφισι μόνον ποιεῖ τὴν ἐξουσίαν, ἃ δέ ἐστιν ἔξω τούτου, κεκώλυται. καὶ τοῦτο τοίνυν, οὐ γὰρ ἐν τοῖς δικαίοις ἐστί, κεκωλυμένον ἐστίν. οἱ δὲ ὥσπερ ἀντὶ τῶν νόμων αὐτοὶ γεγενημένοι καὶ τὰς ἀκροπόλεις σὺν δορυφόροις κατειληφότες καὶ τῆς Ῥωμαίων πολι-
τείας κεκινημένης οὕτω μέμνηνται τῆς ἐξουσίας καὶ ταῦτα εἰδότες, ὡς οὐδὲ σοὶ πάντα ἔξεστιν, ὦ | βα- 1 σιλεῦ. αὐτὸ γὰρ τοῦτ’ ἔστι βασιλεία τὸ μὴ πάντα τοῖς ἐπ’ αὐτῆς ἐξεῖναι. εἰ δὲ τοῦτο εἰς ἐξουσίαν ἀνοί- 2 3 4 σομεν, οὐδ’ εἰ μάχοιντο τοῖς νόμοις αἱ γνώσεις, αἰτια- σόμεθα οὐδὲ ἐγκαλέσομεν οὐδ’ εἰ τοὺς ὑστέρους τῷ σχήματι πρὸ τῶν προτέρων ἄγοιεν. τὸ γὰρ δὴ ἄρχειν ἀκουσόμεθα πανταχοῦ.
ποίει δεσπότην. ἀλλ’ ὅταν τις ἐλθὼν ἢ παρακαθή- μενος ἢ καὶ παρεστὼς μνημονεύῃ τῆς τοιαύτης χάριτος καὶ χοῦ καὶ ὄνων, λέγειν πρὸς αὐτόν, ὅτι, ὦ ἄριστε, ἐγώ σε πάνυ μὲν φιλῶ καὶ βουλοίμην ἄν σοι πολλήν τε καὶ καλὴν γενέσθαι τὴν οἰκίαν,
ἃ δὲ οὐ καλὸν δοῦναι, μὴ δοῦναι καλόν. Ι
πωλουμένους καὶ πρίασθαι ῥᾴδιον. οὕτω σοι βέλτιον οἰκοδομεῖσθαι. τὸ δὲ σὺν ἀραῖς, τοῦτο δὴ τὸ νῦν, παραινῶ σοι φυγεῖν. οὕτως ἂν ἦσαν ἄρχοντες ὡς ἀληθῶς, τοὺς μὲν οὐκ ἐπιτρίβοντες, τοὺς δὲ νουθετοῦντες καὶ τοὺς μὲν τοῦ κακῶς πάσχειν,
τοὺς δὲ τοῦ ποιεῖν ῥυόμενοι. κέρδος δὲ δήπου καὶ τοῦτο τὸ κωλυθῆναι ποιῆσαι κακῶς.
νῶν ᾔδει τὴν χάριν, οὐ μὴν μετά γε τῆς τοῦ δικαίου μερίδος. τοῦτο δὴ δεδιὼς καὶ θαρρεῖν οὐκ ἔχων, ὡς οὐκ ἔσονταί ποτε τῶν τοιούτων εὐθύναι, βασιλέως ἧκε κομίζων ἐπιστολήν. ἣν ἐπαινεῖν μὲν οὐκ ἔχω, φημὶ δὲ πίστιν εἶναι τοῦ μὴ τοῖς ἄρχουσι τούτοις τὰ
τοιαῦτα ἐξεῖναι.
τοῦ μὴ φέρειν τὸ φέρειν βαρύτερον, οὕτως, οἴμαι, καὶ ὄνῳ. καὶ διὰ τοῦτ’ αὐτοῖς τῆς ἐξ ἀγρῶν εἰς ἄστυ πορείας ἡ ἐξ ἄστεος ἐκεῖσε κουφοτέρα, ὅτι ἐν ἐκείνῃ μὲν φορτία, ἐν ταύτῃ δὲ τοῦτ’ οὐκ ἔστιν, ἀλλ’ ἐλευ- θερία βάρους. ὁ δὲ γεωργὸς ἐφιζάνων τε οὐχ οὕτω
λυπηρὸς καὶ φειδοῖ πολλάκις ἀκολουθεῖ.
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.