ἐνοικοῦντα κακὰ καὶ μᾶλλόν γε εὐδοκιμοῦντας τοὺς τοῦτο δυνηθέντας κατὰ τῶν πολὺν ἐν τοῖς σώμασι δυναστευσάντων χρόνον. καὶ νῦν ὅσῳπερ ἄν τις ἐτῶν μνημονεύσῃ πλειόνων, τοσούτῳ μείζων ἀπὸ τῆς θερα- πείας ἡ δόξα.
1 2
δέ, τὶς ἄν, ὦ Γῆ καὶ Ἥλιε καὶ θεοὶ πάντες καὶ μονες, ἐνέγκαι τὴν παρανομίαν; τοῖς ἰδιώταις, ὦ βασι- λεῦ, ταῦτα καὶ δέδοται καὶ δίδοται. καὶ οἱ μὲν προσ- ιόντες αἰτοῦσι πύλην ὀνομάζοντες, ὁ μὲν τήν, ὁ δὲ τήν, ὁ δὲ τὴν τρίτην, τῷ ῥήματι τούτῳ τὰ δι’ αὐτῶν
ἐλαυνόμενα λαβεῖν ἀξιοῦντες, οἱ δ’ ὥσπερ ἁπάντων τούτων δεσπόται ταχέως ἐχαρίσαντο τὰ ὀλίγα ματα. ἐν δὲ τοῖς ὀλίγοις τούτοις πολλοὶ ὄνοι, πολλοὶ δὲ ὀρεῖς, πολλαὶ δὲ κάμηλοι. ὧν ἐπιλαμβά- νονταί τε καὶ πρὸς τὸν χοῦν ἄγουσι παίοντες τοὺς
ἐλαύνοντας οἰκέται τῶν λαμβανόντων τὴν χάριν πρὸς τοῖς ὑπηρέταις τῆς ἀρχῆς.
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.