τοῦτ’ ἔλυσε δυνηθείς, οἷς ἦν κτήματα καθ’ ἑκάστην πόλιν ἐγγράφων πλὴν κομιδῆ τινων ὀλίγων. τῆς οὖν ἐκείνου τελευτῆς ἐπὶ ταὐτὰ πάλιν τὰς βουλὰς ἀπενεγ- 1 2 3 4 κούσης, μᾶλλον δὲ εἰς πολὺ φαυλότερα καὶ πολλῆς ἀπὸ τῶν βουλευτηρίων ἐφ’ ἑτέρους βίους γιγνομένης τῆς φυγῆς καὶ τῶν πόλεων τεταπεινωμένων τῷ τῶν βουλῶν σχήματι τῶν ἄλλων ἀκολουθούντων ἤλγησας
μὲν ἀξίως τοῦ πράγματος, ὦ βασιλεῦ, καὶ τὸν Κυνή— 5 γιον ἔτ’ ἐπὶ τῶν δεήσεων τεταγμένον ᾠήθης | ἐκ- πέμψαι δεῖν τοῦτο μόνον ἔργον ἔξοντά τε καὶ ἰασό- μενον, πρὶν δὲ ἢ τοῦτο πραχθῆναι, γενόμενον ὕπαρχον ἐκέλευες μέχρι τοῦ Νείλου χωρεῖν ἔχοντα καὶ τοῦτο
ἐν προνοίᾳ μηδένα ἀφιέναι παρὰ τὸ ἐν ἀρχῇ γεγενῆ- σθαι. ὁ δὲ χείρων τῆς προσδοκίας φανεὶς καὶ μεγάλα μὲν ἀπειλήσας, δείξας δὲ ἃ κἂν αἰσχυνθείη τις εἰπεῖν, ἁπτόμενος μὲν ἐν τῇ πορείᾳ τοῦ πράγματος, ἐν δὲ ματαίοις θορύβοις ἱστάμενος, οὕτω μὲν εἶδε τὸν Νεῖλον,
οὕτω δὲ πάλιν τὸν Βόσπορον, φρονῶν μὲν ὡς δὴ τι πεποιηκώς, πεποιηκὼς δὲ οὐδέν.
τοῦτο βουλομένων; ἱκετεῦσαι, δακρύσαι, δεηθῆναι, πεσεῖν εἰς γόνυ, βοῆσαι τὰ τῶν ἀδικουμένων, αὐτοῦ 6 μένειν εἰπεῖν, εἰ μή τις ἕλκων ἐκβάλοι. | τούτων 7 8 9 10 οὐδὲν παρὰ τῶν ὀλίγων, ἀλλ’ ἐκλήθη τις, καὶ ῥήτωρ ἐγγὺς καὶ ῥήματα οὐ πολλά, καὶ ἡ ἄφεσις εἵπετο καὶ οἵδε ἄφωνοι.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.