μένων γραμμάτων ἁπάσας ἀναιρούντων τοῖς ἀδίκως φεύγουσι | τὰς καταφυγάς. τὰ μέν γέ φησιν· 1 ἦρξας καὶ διὰ τοῦτ’ οὐκ ἀξιοῖς λειτουργεῖν; οὐκοῦν αὐτὸς μὲν κάθευδε, διὰ δὲ τοῦ παιδὸς τὰ προήκοντα ποίει. ἀλλ’ οὐκ εἶ πατὴρ ἢ
θυγατέρων μόνων; ἄνδρα τινὰ πείσας ὑπελ- θεῖν τοὔνομα καὶ τὸ ἔργον πάλιν αὐτὸς κάθευδε τοσοῦτον μόνον τῇ πόλει παρέχων, ἀναλίσκων. ταῦτ’ εστιν ἐν πολλαῖς ἐπιστολαῖς καὶ τούτων γε ἐν ἑτέραις ἕτερα καλλίω μείζω τὴν ἀπόδειξιν ἔχοντα τῆς
σπουδῆς ᾗ περὶ τὰς βουλὰς κέχρησαι.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.