XLIX.
ΠPOΣ ΤΟΝ ΣΙΔΕΑ ΥΠΕP ΤΩΝ ΒΟΤΛΩΝ.
1τὰ πρόσθεν αἱ βουλαὶ καὶ τὸν αὑτῶν ἀριθμὸν ἔχουσι, παρὰ δὲ τῶν ἐν αὐτῷ τῷ βουλεύειν κεκώλυται τοῦτο πρὸς ἔργον ἐλθεῖν, ὥστε σὲ μὲν δικαίως ἂν ἅπαντες ἐπαινοῖμεν καὶ τὸν ὕπαρχον, ἐκείνους δὲ καὶ μισοῖμεν καὶ κακοὺς ἡγοίμεθα καὶ διδόντας δίκην ἡδέως ἂν
ἴδοιμεν. εἰ γὰρ δὴ τοῦτο γένοιτο, τάχ’ ἂν ἡ τιμωρία παύσειε τὰ νῦν ἐναντιούμενα τῇ παρὰ σοῦ ταῖς βου- 2 3 4 5 6 7 8 9 λαὶς βοηθείᾳ. τούτων οὖν εἵνεκα καὶ τοῦ μαθεῖν ἅπαντας, ὡς τοῖς σοὶ δοκοῦσιν εὐθὺς ἀκολουθεῖν ἄξιον, ὀργῇ τῇ προσηκούσῃ φαίνου χρώμενος κατὰ τῶν οὐκ ἀξιούντων ἄρχεσθαι. ὡς δ’ ἂν γένοιτό σοι σαφὲς τὸ ’κείνων κακούργημα, μικρὸν ἄνωθεν ἀρξάμενος διηγή-
σομαι.
τοίνυν ἐχούσας αὐτὰς παραλαβών τις βασιλεὺς χείρους ἐποίησεν | ἄλλοις τε οὐκ ὀλίγοις καὶ τῇ γε ὑφ’ 10 αὑτοῦ πεποιημένῃ πόλει. τεθνεῶτος τοίνυν αὐτοῦ τὸν πόλεμον ἤδη πεφυτευκότος τὸν Περσικὸν τὰ περὶ τὸν πόλεμον τοῦτον πράγματα ταῖς βουλαῖς ἐλυμήνατο
καθ’ ἕκαστον αὐτὰς ἔτος ἐπὶ τὸ χεῖρον ἄγοντα τῶν ἐπὶ τὸν Τίγρητα πεμπομένων βουλευτῶν ταῖς ἐκεῖ βλάβαις τὰ πατρῷα πωλούντων. οἱ δ’ οὐκ οἶδ’ ὁπόθεν ἥκοντες ἐωνοῦντο ῥᾳδίως γεωργοῦντες τὰ βασίλεια.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.