κάτε, περὶ δὲ τὴν τουτωνὶ τῶν κακῶν ἐπανόρθωσιν οὐκ ἀκριβεῖ σπουδῇ τε καὶ προθυμίᾳ κεχρημένους 1 εὑρίσκω. εὑρίσκω. μετὰ γὰρ δὴ τὸ εἰπεῖν· οἰχόμεθα, ἀπολώλαμεν, ἦμεν ἑξακόσιοι ἤ, νὴ Δία γε, δὶς τοσοῦτοι, νῦν δ’ οὐδὲ ἐξήκοντα μικρὰς συλλαβὰς
προσθέντος ἑνός τινος περὶ τοῦ δεῖν γενέσθαι τινὰς τῆς βουλῆς παρὰ τῆς ἀρχῆς ἀπήλθετε καὶ δεδώκατε πολλοῖς περὶ ὑμῶν λέγειν εἰκότως, ὡς ἀφοσιοῦνται καὶ φασὶ μὲν δεῖσθαι προσθήκης, ὅπως δὲ μὴ τοῦτο ἔσται ποιοῦσι μένειν τε αὑτοῖς βουλό-
μενοι τὴν τῶν ὀδυρμῶν ὑπόθεσιν, ἵν’ εἴη καὶ ἀδικοῦσι συγγνώμη, καὶ ἅμα δεδιότες μὴ νωνοὺς λάβωσι τῶν λημμάτων ἢ καί τινες τῶν ἱκανώτεροι φανέντες μείζω κατακτήσωνται δυναστείαν.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.