τὸν λόγον, ἐκεῖνο δὲ οἶδα, ὅτι εἰ καὶ μὴ κακία, ῥᾳθυ- 1 2 3 μία γε νωθρὰς ἐποίει τὰς βοηθείας. πολλάκις, ἐρεῖτε, περὶ τούων εἰρήκαμεν, τὸν πεισόμενου δὲ οὐκ εἴχομεν. οὐ γάρ, ὡς ἐχρῆν, περὶ τοιούτου διείλεχθε πράγματος οὐδὲ ἅπαντι τῷ τόνῳ οὐδὲ ἁπάσῃ τῇ ῥώμῃ οὐδὲ ἄραντες τὴν φωνὴν οὐδὲ εἰς γόνυ πεσόντες οὐδὲ
ἀφέντες δάκρυα οὐδ’ οἷς ἠμείψασθε δηλώσαντες ὅτι οὐκ ἀνέξεσθε, ἀλλὰ τὰς ἑτέρων ὁδοὺς ἥξετε. οἷα πολλὰ πεποιηκέναι πολλάκις Γαλάτας τούτους ἀκούομεν, οἲ ἐπειδὴ λέγοντες οὐκ εἶχον πείθειν Κωνστάντιον, πρη- νεῖς καταπεσόντες [οὐκ εἶχον πείθειν] ἔκλαον καὶ ἅμα |
τῶν τε ποδῶν εἵλκοντο καὶ ἐδέοντο, ἕως αὐτοῖς 4 ὑπῆρξεν ὑπὲρ οὗ ταῦτα ἐποίουν.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.