XLVIII.
ΠΡΟΣ ΤΗΝ ΛHN.
1ἀλλὰ καὶ πρὸς αὐτῶν ἐκείνων τὸν ἄριστον, οὔθ’ ὑμᾶς οὔτ’ ἄλλων ἀνθρώπων οὐδὲ ἕνα ἀγνοεῖν ἡγοῦμαι. καὶ γὰρ εἰ δύναμιν ἔχοντάς τινας οἷς ἐπαρρησιαζόμην ἐλύ- πουν, δεινότερον ὅμως ἐδόκει μοι τοῦ παθεῖν τι κακὸν εἰπόντα ἃ προσῆκεν ἡ μετὰ τῆς σιωπῆς ἀσφάλεια·
ἐπεὶ δ’ ὑμῖν ὑπὲρ ὑμῶν αὐτῶν διαλεχθῆναι καιρός, 2 3 4 5 6 7 8 9 10 11 12 οὐδὲ τοῦτο παρήσω τῶν ἀτόπων εἶναι νομίζων ἑτέρους μὲν ἀξιοῦν εὖ ποιεῖν ἡμῖν τὴν βουλήν, αὐτὴν δὲ μὴ πείθειυ τῶν αὑτῆς προνοηθῆναι.
πεφύκασι γὰρ ἄνθρωποι τῶν σὺν μέμψεσιν ὠφελίμων προκρίνειν τὰς μετὰ βλάβης χάριτας. ἀλλ’ οὔτε πρὸς | ἄλλους ἐγὼ τοιοῦτος οὔτε νῦν πρὸς ὑμᾶς, ὡς τοῦ 13 μὲν μισουμένου καὶ δίκας ἐθέλοντος λαβεῖν ἐκεῖνο ἂν ἦν, τοῦ δὲ τιμῶν τετυχηκότος καὶ δικαίως ἂν ἀμοιβὰς
ἀποδόντος τοῦτο. καὶ δοῖεν μὲν οἱ τὴν πόλιν ἡμῖν ἔχοντες θεοὶ τῆς τε παραινέσεως ὄνησίν τινα γενέσθαι καὶ πεισθῆναι τοὺς ἀκούοντας τῶν ὠλιγωρημένων ποι- ήσασθαι πρόνοιαν. εἰ δ’ οὖν καὶ μάταιόν μοι τὴν συμβουλὴν ἀποδείξετε, κέρδος ἔμοιγε ἱκανὸν τὸ συμ-
βεβουλευκέναι.
ὑπῆρχε τῇ πόλει, μετὰ ταῦτα δὲ οὐκέτι πολλῶν πολλα- 14 15 16 17 18 χόθεν ὀλέθρων τῇ βουλῇ λυμηναμένων. ὥστε ἕκαστον ἔτος ἀεί τι τοῦ πληρώματος ἀφαιρούμενον διήρχετο. καὶ τὰ τούτων ἦν ὁρᾶν ἑτέρους γεωργοῦντας τό τε καταλειπόμενον ἀσθενέστερον ἐγίγνετο διχόθεν, τῷ
μήτ’ ἀριθμῷ τοσοῦτον ὅσονπερ πρότερον εἶναι καὶ τῷ τὰς οὐσίας αὐτοῖς εἰς ἔλαττον ἰέναι.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.