ποδεύσομαί γε τούτων ἣν ἂν ἐθέλω; σοὶ δ’ ἐξῆν ἀντειπεῖν, ὅτι ὁ ταύτας ἐρχόμενος τὰς ὁδοὺς μονονουχὶ βοᾷ δρασμὸν αὐτὰς ἀπὸ τῆς βουλῆς εἶναι. τῷ γὰρ ἐν ταυταισὶ ταῖς πόλεσι πολιτευομένῳ μάταιον ἐκείνοιν ἐκά- τερον ἢ εἰ μὴ τοῦτο, σμικρόν. ἔδειξαν δὲ οἱ σφόδρα εὐ-
δοκιμήσαντες ἀπ’ οὐδετέρου τούτοιν εἰς ὄνομα ἐλθόντες. 1 2 3 ἀλλ’ ἀπὸ τίνων; ἐκείνων ἃ νῦν | ὕβρισταί τε καὶ προπεπηλάκισται οὐ χείρω γενόμενα τὴν φύσιν, πῶς γὰρ ἄν; ἀλλὰ διὰ τοὺς σεμνοὺς τουτουσὶ τοὺς οὐκ ἀξιοῦντας εἰδέναι τὰς ἑαυτῶν. ὅστις οὖν ἐπὶ τοὺς
νόμους ἐπείγεται, ταὐτὰ δ’ ἂν εἴποιμι καὶ περὶ τῶν ἑτέρων, κέκραγεν οὗτος οὐκ αὐτῶν ἐκείνων ἐρᾶν, τῶν δὲ ἐξ αὐτῶν φυομένων.
πολλὰ δ’ ἂν ἐξεύροιεν φροντίδες. τὸ δ’ οὖν προχει- ρότατον, ὁ πατὴρ εἰσελθὼν εἰς τὸ δικαστήριον ἢ ὁ ἐπίτροπος ἢ ὁ ἔφηβος αὐτὸς ὁμολογησάτω, κἂν ἐπ’ ἄκρον ἐκείνοιν ἀφίκηται, μήτοι τῶν γε ὀφειλομένων ἀποστερήσεσθαι τὴν πόλιν. τί τοιοῦτον δεδράκατε,
μᾶλλον δὲ ἐμελλήσατε;
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.