ὑπῆρξε πόλεσιν ἐφ’ ὅσας ἡ τοῦ ταῦτα συμπράξαντος 1 ἄρχοντος ἐγίγνετο | πρόνοια. ἀλλ’ οὐκ ἐβουλή- 2 3 θῆσαν, ὥσπερ οὖν οὐδὲ ὑμεῖς. αἰδεῖσθε γὰρ τοὺς λόγους. τὴν πόλιν δὲ οὔ; τὴν βουλὴν δὲ οὔ; τὴν γῆν δὲ ἣ τικτομένους ἐδέξατο, τὸ βουλευτήριον δὲ τουτὶ τὸ δι’ ὑμᾶς ἄθλιον οὐκ αἰδεῖσθε, ἐν ᾧ ποτε τὰς τουργίας ἥρπαζον οἱ ἑξακόσιοι;
πόλεις ἢ τοὺς ἐνίων οἴκους. πολλοὶ δὲ ἤδη νόμοι περὶ τοῦδε τοῦ ἔθνους καὶ ἐτέθησαν καὶ λέλυνται, καὶ δεινὸν οὐδὲν τῶν ὑπὲρ τῶν πόλεων τεθέντων ἀναιρε- θέντων τοὺς κατ’ ἐκείνων ταὐτὸ παθεῖν.
κοσμῆσαι τὴν ἡμετέραν νόμον τιθεὶς σωτῆρα μὲν τῶν βουλῶν, τὸ σπέρμα δὲ παρ᾿ ἡμῶν εἰλη- φότα. πεμπέσθω τοίνυν πρεσβεία. πάντως δὲ ἐν τοῖς ὀλίγοις ὑμῖν εἰσί τινες τῇ διακονίᾳ πρέποντες. ἀλλ’ οὔτε
αἱρήσεσθε πρέσβεις οὔτε ἀποστελεῖτε. περιέσται γὰρ τῶν βουλομένων, ἂν ἄρα τινὲς βουληθῶσι, τὸ νοσοῦν.
τὰ μὲν ὄντα μικρὰ διατηρεῖν, πειρᾶσθαι δὲ τὰ ἀπόντα προσκτᾶσθαι καὶ μηδὲ τοῦ Ἐρεχθέως ἐν ὁμοίοις λεί- πεσθαι καιροῖς αὐτοὶ σύμβουλοι βουλευταῖς γεγένηνται 7 πέμπειν εἰς Ῥώμην τοὺς ἑαυτῶν. οἱ δὲ εἰς | τὸν λιμένα κατέβησαν εἰδότων, παραινούντων, παρακαλούν-
τῶν, ἐπαινούντων, ἴσως τι καὶ προστιθέντων ἀργύριον τῷ παρὰ τῶν γονέων.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.