αὐτὸν ἐφ’ ὃ μὲν εὐθὺς ἧκεν ἐᾶσαι, βουλεύεσθαι δὲ 1 τοῖς Βαλεντινιανῷ Ι δόξασιν ἀμῦναι ταῖς βουλαῖς. ὃ οὐκ ἂν ἔτ’ ἦν ἐν μετεώρῳ τῶν ἁπανταχοῦ βουλῶν τὰ τινῶν μιμησαμένων. εἰ γὰρ ἄλλα ἐπ’ ἄλλοις ἀφι- κνεῖτο γράμματα ταὐτὰ δεόμενα καὶ πόλεως ἑκάστης
ἐώρα τὴν ῥίζαν κεκακωμένην καὶ γῆ τε καὶ θάλασσα ταὐτὰ ὠδύρετο, πᾶν τὸ μαχόμενον ἡττᾶτο ἂν τοῦ πλή- θους τῶν ἱκετευόντων. νῦν δὲ τοῖς οὐ δεηθεῖσι τὰ τῶν δεηθέντων βέβλαπται. ὥστ’ εἰκὸς ἂν καὶ ἡμῖν ἐγκαλοῖεν οἱ περὶ τὸν Πόντον ὡς παρ’ ἡμᾶς ὧν ἔχρῃζον
ἀτυχήσαντες, καὶ μᾶλλόν γε ἡμῖν ἢ ἄλλοις, ὅσῳπερ ἐν μείζονι τάξει τὸ τῆς Ἀντιοχείας ὄνομα.
εἰς Βηρυτόν, τοὺς δὲ εἰς Ῥώμην οὔτε ἄχθεσθε οὔτε 2 3 4 ἀγανακτεῖτε οὐδ’ ὡς τοὺς ἄρχοντας εἰσιόντες φθέγ- γεσθε τὰ εἰκότα. καίτοι τίς οὕτω βραδὺς τὴν γνώμην ἢ λίαν παῖς ἢ Κρόνος, ὡς μὴ δύνασθαι μαθεῖν, ὅ τι βούλεται τούτοις τὸ πλεῖν; οὔτε γὰρ ὑπὲρ δικαιοσύνης καὶ τοῦ μὴ λαθεῖν τι δράσαντες παρὰ τοὺς νόμους
εἰς Φοινίκην πλέουσιν οὔτε εἰς τὴν ἑτέραν, ἵν’ ἀφ’ ἑκατέρας φωνῆς ἔχοιεν τὴν βουλὴν Ι ὠφελεῖν, ἀλλ’ 5 ἕνα ἀφορμὴν εἰς τὸ τὴν βουλὴν ἐκδῦναι τοὺς νόμους μὲν ἔχοιεν οὗτοι, τὴν γλῶτταν δὲ ἐκεῖνοι. καὶ οὐκ ἐψεύσθησάν γε ἐλπίδος. ἀλλ’ ἴσμεν οὗ δικαίως ἂν
ὄντες οὗ καθεστᾶσι νῦν.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.