Σελευκείας ἀνήγετό τις ἐπιστησόμενος Ἴωσιν, οὐκ ρῶν, οἶμαι, ζεύγους, ἀλλ’ ἐδεδίει τὴν γῆν. καὶ οὗτος τοίνυν δεινὰ ποιεῖν τότε δόξας καὶ τὴν βουλὴν ἀδι- κεῖν ἐπανῆκε φίλος οὐδὲν τῶν παρ’ ὑμῶν φοβηθείς, οὐδὲ γὰρ ἦν οὐδέν. ἀλλ’ ἐπὶ μὲν τῶν ἐργαστηρίων
ὁ δρασμὸς ἤκουε κακῶς, δι’ ὧν δ’ ἄν τις ἐγένετο καὶ δίκη, παρεωρῶντο. ὁ δὲ μάλα σεμνὸς εἰς τὸ συνέδριον εἰσῄει.
βουλεύοντες πολλὰ τοιαῦτά εἰσι κεχαρισμένοι, βέλτιον γὰρ οὕτως εἰπεῖν ἢ πεπρακότες. οἳ τὸν μὲν Δία φασὶν αἰδεῖσθαι καὶ προσέτι γε καὶ δεδιέναι πάντα ἐγγύθεν ὁρῶντα, τὴν δὲ τοῦ θεοῦ πόλιν οὐκ αἰσχύνονται ποι- οῦντες ἐλάττονα. ἔχω δέ τι τοιοῦτον καὶ περὶ τῶν
ἐν Κύπρῳ βουλευόντων εἰπεῖν. καὶ γὰρ οὗτοι πανοῦρ- 1 2 3 γον ἄνθρωπον καὶ δολερὸν καὶ ἀλώπεκα δι’ ἀτελείας ἀδίκου Μίδαν ἀπέφηναν | αὐτοῖς τοῖς παρὰ τῶν 4 αὐτὸν ἀτελῆ πεποιηκότων τόκοις εἰς περιουσίαν ἐπι- δόντα. ἐγὼ δὲ ἠξίουν ὑμᾶς ὄντας Ἀντιοχεῖς ἡγεμόνας εἶναι τοῦ προσήκοντος τοῖς περιοίκοις μᾶλλον ἢ κείνοις
ἀκολουθεῖν καὶ ταῦτα ἐν τηλικούτοις.
νόμον καὶ παρ’ ὅτῳ κέοιτο προστίθετε, καὶ οὐκ ἀπιστῶ. διὰ τί οὖν μὴ ἧκεν εἰς μέσον; διὰ τί μὴ δέδεικται; διὰ τί μὴ ἀνέγνωσται; διὰ τί μὴ τὸ βουλευτήριον σωμάτων ἐνέπλησεν; εἰ γὰρ ἔστι μὲν ὁ νόμος, εἰσὶ δὲ ὑμῖν γλῶτται, ἔστι δὲ ὦτα τοῖς ἄρχουσι, τί τὸ κωλῦον
τὴν βουλὴν τὰ αὑτῆς κομίσασθαι; ὅτι , φαίην ἄν, ἡ πενία τῆς βουλῆς τοὺς μὲν ὑμῶν οὐ λυπεῖ, τοὺς δὲ τέρπει, τοῖς δὲ καὶ λυσιτελεῖ.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.