1 2 3 μικρᾶς ἐκείνης δαπάνης ἔχοντες, μόνον οὐκ ἐπὶ τῶν κεφ̣αλῶν τὸ συνέδριον φέροντες, δεσπόται τῶν ὑμετέ- 4 ρων υἱέων οὐδενὶ μὲν δικαίῳ, Ι πῶς γὰρ τῶν τὰ δίκαια πεποιηκότων οἱ ἠδικηκότες καὶ τῶν μεγάλα
ἀνηλωκότων οἱ μικρά; δεσπόται δ’ οὖν διὰ τὰ κακῶς δοκοῦντα καὶ νενικηκότα κἀν τοῖς δικαστηρίοις ἐστη- κότας αὐτοὶ καθήμενοι τοὺς ὑμετέρους ὁρῶσι. των τοίνυν οὐδὲν ἂν ἦν, εἰ τις ὑμῶν ἤθελε χρῆσθαι τῷ νόμῳ, νῦν δ’ ὁ μὲν νόμος κεῖται, οἱ δὲ τρυφῶσιν.
ἐξουσίς ἀργοί. ἐγὼ δὲ ὅτι μὲν καὶ τότε ἐκράτουν 5 αἱ | ἄδικοι χάριτες καὶ διεκλάπησαν οὐκ ὀλίγοι τῶν. δικαίως ἂν ἐγγραφέντων, ἐάσω. ἀλλ’ ἐκεῖνό γε τίς οὐκ οἶδεν, ὡς οὐδ’ εἰ σφόδρα τινὲς ἐβούλοντο μηδένα ἐγγράφειν, ἐξῆν ἄν. εἰ γὰρ ὁ μὲν ὡς μεγάλα
εὐεργετῶν τοῦτο ἐδίδου. δέχεσθαι δὲ οὐδεὶς ἠξίου, πονηρόν τ’ ἂν ἦν καὶ δίκης ἄξιον, καὶ σαφὴς ἡ προ- δοσία καὶ κεκολάσθαι χρῆν.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.