καὶ γὰρ δὴ καὶ τοσούτοις κακοῖς τοὔνομα τοῦτο ἔθεντο, πρέπει δέ, οἶμαι, τοῖς δικαίαις ἐπικουρίαις ἐξαιρου- μένοις εἰς ἄδειαν ἀδικουμένην ἀσθένειαν.
ταῦθά μοι καὶ παρεῖναι καὶ βοᾶν οἷα πεπόνθασι. πάντως δ’ ἂν τοῦτο μετὰ δακρύων ἐγίγνετο παρ’ ἀνδρῶν πενήτων ἐξ εὐδαιμόνων γεγενημένων. πῶς γενομένων δέῃ μαθεῖν, ὦ βασιλεῦ; ἔρχονται ἐπὶ τὰς
κώμας ταύτας τὰς διὰ τῶν στρατηγῶν τετειχισμένας οἱ κομιούμενοι τὸν φόρον ἔργον τοῦτο ἔχοντες καὶ λειτουργίαν. εἶτ’ ἀπαιτοῦσι τὴν μὲν πρώτην πρᾴως καὶ βραχυτέρᾳ τῇ φωνῇ, καταφρονούμενοι δὲ καὶ κατα- γελώμενοι μετὰ ἀγανακτήσεως ἴδη καὶ μεῖζον φθεγγό-
μένοι καὶ οἷον εἰκὸς τοὺς τῶν δικαίων ἀτυχοῦντας. εἶτ’ ἠπείλησαν τοὺς ἄρχοντας, μάτην Ι ἐλάττους 3 ὄντας τῶν τὰς κώμας καρπουμένων. εἶθ’ ἥψαντο καὶ ἐπεσπάσαντο. οἱ δ’ ἔδειξαν, ὡς εἰσὶν αὐτοῖς λίθοι. 4 5
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.