δύναμις οὐκ ἐᾷ, ἀκούουσι δὲ οἱ δυστυχεῖς, ὅτι χρὴ καταβάλλειν ἢ μαστιγουμένους ἀπειπεῖν. οἱ δὲ οὔσης μὲν ἀνάγκης τοῦτο ποιεῖν, τὰ δὲ παρὰ τῶν ἀγρῶν ἀπεγνωκότες καὶ δεδιότες ἕτερα τραύματα, χρυσίου δ’ οὐκ ὄντος οὐδ’ ἀργυρίου πωλοῦσι μὲν θεραπαίνας
θρηνοῦντες, πωλοῦσι δὲ ἀκολούθους, τροφέων υἱούς, ἀντιλαμβανομένους τῶν τοῦ πωλοῦντος γονάτων.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.