καὶ ὡς φρέατα ἄχρηστα καθιστᾶσι τοῖς ἔχουσι τοῖς ὑφ’ αὑτῶν ἐμβαλλομένοις καὶ ὡς ποταμῶν ἀποστεροῦσι καὶ διὰ τούτων <καὶ> κήπων, τρέφοντες οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ἐν μέσαις ταῖς κώμαις καθημένους τὰ πολλὰ καὶ κοιμωμένους ἐπ’ οἴνῳ πολλῷ
καὶ κρέασιν, ὅπως, εἴ τις τῶν ἀδικουμένων ἀλγήσας ἀμύνοιτο, πληγὴ δ’ εἰσέλθοι καὶ ἐπὶ στρατιώτην, εἶτα 1 τοῦτ’ ὄλεθρος εἴη τῷ | πατάξαντι μηδαμόθεν ὄντος αὐτῷ μηδενὸς λόγου; δεῖν γὰρ αὑτὸν ὑποσχεῖν ἐν ἁπάσῃ μέθῃ στρατιώτῃ πάντα ἀνεχόμενον καὶ μηδὲν
ἐνταῦθα εἶναι τοὺς νόμους.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.