τῶν τὸν σὸν βίον τεθαυμακότων θεῶν. οὔτε γὰρ ἐθελήσειν σε προδοῦναι τὸν σύμβουλον οὔτε βοηθεῖν πειρώμενον οὐκ ἀρκέσειν. τί οὖν δεῖ σιωπᾶν τηνάλλως φοβούμενον ἐν ἀσφαλείᾳ τοσαύτῃ
τῶν ὅλων ἄρχοντας δυνάμεων καὶ τοὺς ὑπὸ τούτοις μερῶν καὶ ζῆν ἐν εὐθυμίᾳ καὶ τούτους κἀκείνους, οὐ μὴν Ι οὔτε κακὰ κερδαίνειν οὔτ’ ἄλλοις τοῦ 9 πάντα τολμᾶν αἰτίους εἶναι. οἷα πολλὰ δρᾶται νῦν. ἄκουε δή, βασιλεῦ, καὶ διδάσκου.
προβεβλημένοι τοίνυν τὰς τούτων χεῖρας οἱ δεδωκότες ἐώνηνται τὴν εἰς ἅπαντα ἐξουσίαν. καὶ νῦν μὲν κακὰ καὶ πράγματα παρέχουσι τοῖς ὁμόροις γῆν ἀποτεμνό- μενοι, δένδρα τέμνοντες, ἁρπάζοντες, θύοντες, κατα- 11 12 κόπτοντες, ἐσθίοντες. εἶθ’ ὧν μὲν ἦν ταῦτα, κλάουσιν ὁρῶντες, οἱ δ’ εὐωχούμενοι γελῶσι καὶ τοσοῦτ’ ἀπέ- χουσι τοῦ δεδιέναι μὴ τις ταῦτα πύθηται, ὥστ’ ἀπειλαὶ προστίθενται τοῖς πεπραγμένοις καὶ τὸ μηδὲ τῶν ἄλλων
ἀφέξεσθαι.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.