XLVII.
ΠEPI ΤΩΝ ΠΡΟΣΤΑΣΙΩΝ.
1μηδενὸς ἀδικεῖσθαι, τάχα ἂν ἐμαυτῷ παρῄνεσα τὴν ἡσυχίαν ἄγειν καὶ τὸν οὐχ ἡδέως ἀκουσόμενον οὐκ ἂν ἐλύπουν οὐδ’ ἠνώχλουν· ἐλπίδας δέ μοι τοῦ σοῦ παρέχοντος τρόπου καὶ χαριεῖσθαί μέ σοι τοῖς ῥηθησο- 2 μένοις καὶ πείσειν καὶ δόξαν εὐνοίας Ι οἴσεσθαι
χαίρων τε καὶ προθύμως ἐπὶ τὴν συμβουλὴν ἥκω τὴν σὴν μᾶλλον ἢ ἐμὴν δόξουσαν εἶναι τοῦ τὴν ἰσχὺν τοῖς εἰρημένοις δεδωκότος τῷ προσθεῖναι τὸ ἔργον, οὗ χωρὶς μάταιος ἂν ἦν ὁ λόγος.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.