ἦσαν εἶναι καὶ τὸν παλαιὸν ἀποσεισάμενοι ζυγὸν ἠξίουν ὁρισταὶ τοῦ πῶς ἡμῖν αὐτοῖς χρηστέον εἶναι. ταῦτ οὐκ ἐνεγκόντες χρώμεθα δικαστηρίῳ. καὶ μαθὼν ὁ καθήμενος, τίνες ὄντες εἰς τίνα παροινοῦσιν ἐν τίνι
τὰς ἐλπίδας ἔχοντες, τοὺς μὲν ἔδησε διπλῷ δεσμῷ, τῷ τε οἰκήματι καὶ σιδήρῳ, τοὺς δὲ τὰ ὄντα φράσοντας ἐκέλευσεν ἄγεσθαι. καὶ ταῦτα εἰπὼν καὶ χαλεπήνας 2 πρὸς ἐμὲ μνησθέντα λύσεως ᾤχετο ἀπιὼν ἑτέρωσε, οἱ δ’ ἐπὶ τὸ τῶν πολλῶν πάλαισμα, τὸν οἶκον τοῦ στρα- τηγοῦ, καὶ τὴν ἐναντίαν τοῖς | δικαίοις ἀσπίδα. 3 καὶ κριθαὶ καὶ σῖτος καὶ νῆτται καὶ χιλὸς ἵπποις.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.