ὁ δὲ ὑπήκουσέ τε καὶ ὑπέσχετο. καὶ ὁ δικάζων ὃ μὲν οὐκ ἦν, ἦν, ὃ δ’ ἦν, οὐκ ἦν, ἀντὶ δικαστοῦ συνήγορ·ος. τοιγαροῦν εἷλκεν ὑπὸ τὴν ψῆφον ἡμᾶς καθ’ ἑκάστην ἡμέραν πέμπων ἄλλον ἐπ’ ἄλλῳ, τὸ ἤδη βουλόμενος, τὸ μήπω μεμφόμενος, σπεύδων ἐπὶ τὴν ἐχθρὰν τοῖς
θεοῖς χάριν. καὶ οὕτως ἦν δῆλος τὸ δίκαιον προησό- μενος τῇ χάριτι, ὥσθ’ οἱ νυκτὸς ἐξιόντες παρ’ αὐτοῦ τῶν ἡμῖν ἐπιτηδείων οἷς συντυγχάνοιεν ἔλεγον κεκρί- σθαι μοι τὴν δίκην καὶ τὸ κράτος ἔσεσθαι τῶν δίκων.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.