τολμηκότες ἔσχον ταχέως πολλοὺς τοὺς ἀκολουθήσαντας κακοῦ παραδείγματος γενομένους μιμητάς. εἶθ’ οἱ μὲν γράφονται καὶ κατηγοροῦσι, τοῖς δ’ εἰσὶ βοηθοῦντες καὶ λόγῳ <καὶ ἔργῳ> καὶ πλέον τῶν νόμων ἤνεγκεν ὁ βοηθῶν, ὥστ’ εἶναι τὸ ὁρώμενον θέαμα ἐλεεινόν. τί
τοῦτο; βοαὶ τῶν περὶ τὴν γῆν ἐχόντων, γλῶτται θρα- σεῖαι, πλῆθος συνδίκων, ἀγῶνες, δίκαι, νῖκαι. καὶ ὁ μὲν εἰς γῆν κύπτων ἀπῆλθεν, οἱ δὲ ἕπονται τωθά- ζοντες. οἷον δή τι καὶ τὸ περὶ ἡμᾶς, βασιλεῦ, γεγένηται.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.