αὐτοὺς σπουδὰς ἀφ’ ὧν αἰ μιαραὶ φωναί, τὰ εικέστερα περὶ αὐτῶν ὑπειλήφασιν ἢ τὰ δυσχερέστερα; 2 3 4 ἐγὼ μὲν οἶμαι ταῦτα. πῶς οὖν τοῦτο ἀπώλλυ τὸν κάπηλον; ἢ νόμος τίς ἔστι μόνον κάπηλον τὰ κακὰ κακίζειν κωλύων;
τὸν εἰπόντα στασιάσαι τοὺς οὐδὲν ὀκνήσαντας ἐν τῷ θεάτρῳ τότε. ἐπαινοῦντι μὲν οὖν αὐτοὺς λόγος δεὶς ἂν ἦν, ἀλλ’ ἑαλώκει ἄν, κατηγοροῦντι δὲ ἦσαν ἐλπίδες. ἠξίους οὖν αὑτοῦ γενέσθαι τὸν ἄνθρωπον προδότην, ἵνα μήτις ἀκούσῃ κακῶς τἀληθῆ τῶν τὴν
πόλιν λελωβημένων;
οὐδ’ ἦν ἔργον τῆς κώπης οὐδέν, ἀλλ᾿ ἡ μὲν χεὶρ τηνάλλως ἦν ἐπὶ τῆς λαβῆς, αὐτὴ δὲ ἠκολούθει τῇ νηί; ὁ δὲ ἔρρεγχεν ἀσυντελὴς. ταῦτα ἂν ἦν ἀπολογία τῷ κυβερνήτῃ.
Oratio 46. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.