καὶ ὁμοίους αὑτῷ ποιοῦντα λαβὼν ἀπέκτεινε. καὶ οὗτος τοίνυν κρινόμενος πολὺς ἂν ἦν ῥέων κατὰ τοῦ 1 2 3 4 5 τεθνεῶτος | τὴν χρόαν λέγων, τὸν φόβον, τὸν τρόμον, τὸ μηδὲν ποιεῖν, τὸ τοὺς ἄλλους κωλύειν, τὸ τοὺς πολεμίους εὐφραίνειν, τὸ εἶναι ἐμπόδισμα, τὸ τὸν θάνατον αὐτοῦ γενέσθαι τοῖς ἄλλοις παράκλησιν. τίς
ἂν ἐμέμψατο τὸν στρατηγὸν οὕτως ἀπολογούμενον; τίς οὐκ ἂν ἐπῄνεσε τὸν φόνον; τίς οὐκ ἂν ἰσχὺν ἔφησεν ἐν τοῖς εἰρημένοις εἶναι; καίτοι τί ταῦτα ἕτερον ἢ κατηγορία;
Oratio 46. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.