τῶν ἀδικήματα. ἐν οἶς ἦσαν οἱ μεμαστιγωκότες ἐφ ’ ὁμοίας εἰσελθόντες κύλικας. καὶ τῶν μὲν αἱ γυναῖκες ἐθρήνουν, οἱ δ’ ἐγχεῖν πάλιν ἐκέλευον. οὕτως αἱ πλη- γαί σοι λόγον οὐκ εἶχον· οὐδὲ γὰρ βεβοηθηκὼς οὐδὲ πεποιηκὼς ἀμείνους εἰκότως ἠγανάκτεις.
σπῶνται. καὶ τί δεινὸν εἰπεῖν περὶ τῶν ταύτας ἐπεισαγόντων τὰς ταραχάς; σὺ μὲν ἠρώτας· πόθεν ἡ στάσις; οἱ δ’ ἀπὸ τῶν στάσει χαιρόντων ἀπε- κρίναντο. καὶ γὰρ εἴ τινα, ὅπως ἑάλω τὸ Ἴλιον, ἠρώτας, ἤκουες ἂν τὰς τῶν ἐπιστρατευσάντων ἀρετάς,
καὶ πῶς εὐδοκίμησεν ἡ Σπάρτη, τοὺς νόμους καὶ τὸν Λυκοῦργον ἤκουες ἄν, καὶ τὸ Ξέρξην ἀγαπᾶν, εἰ σωθείη, τοὺς Ἀθηναίους ἂν καὶ τὸ τούτων ναυτικόν. περὶ Λέσβου δὲ εἴ τις ἔλεγεν Ι ἃ καὶ ἡ παροιμία, 4 τύπτεσθαι χρή; περὶ Σίφνου δέ, ῥάβδων ἂν ἔδει;
καὶ νῦν τοὺς κινηθέντας οὐκ εὔκοσμον καὶ διαφθεί- ραντας τοῦ θεάτρου τὴν χάριν οὐκ ἦν εὐλογεῖν ὡς ἐν κόσμῳ τεθεαμένους. οὐκ ἦν οὖν οὗτος ὁ μὴ πον ὄνομα τιθέμενος, ἀλλ’ ἀπ’ αὐτῶν τοῦτ’ ἐγίγνετο τῶν πραγμάτων.
5 6
Θεόφιλον οὐδ’ οὗ πάντα ἐλάττω τὰ περὶ ἡμᾶς. ᾧ σὺ | μὲν λαμπρότερος γέγονας, ἡμεῖς δὲ εἰς δόξαν βεβλάμ- μεθα, καὶ τοῦ μὴ κατεσκάφθαι τὴν πόλιν ὀφείλομεν χάριτας. ὁ δὲ τοὺς πολλοὺς ταῖς πολλαῖς πληγαῖς αἰκισάμενος ὁ Παίων βασιλεὺς ἐν τίνι δόξῃ τὸν ὄχλον
εἶχεν; οὐ τῇ παρὰ τῆς ἀταξίας;
Oratio 46. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.