τούτοις πρόσεστιν, ἐλάττω ταῦτα πολὺ τοῦ δέοντος εἶναί φασιν. ἀνάγκη δὴ γυναῖκας καὶ ἀδελφὰς καὶ θυγατέρας, αἷς ἦν ἡ τροφὴ παρὰ τῶν οὔπω καθειργ- μένων, αὐτὰς εἶναι τὰς ἐκείνους τρεφούσας. πόθεν, ὦ βασιλεῦ; τῷ δεσμῷ μὲν γὰρ ἐκείνων οὐκ ἔστιν αὐτὰς
εὐπορωτέρας γεγονέναι. λείπεται δὴ τὰς μὲν ἀμόρφους ἢ γήρᾳ κατεχομένας προσαιτεῖν, ἐν αἷς δέ τι καὶ ὥρας, πάντα ἀνέχεσθαι. ταῦτ’ οὖν τοῖς δεδεμένοις τοῦ δε- σμοῦ πικρότερα· δεῖ γὰρ αὐτοὺς δήπου καὶ ἐρωτᾶν καὶ διδάσκεσθαι, πόθεν αὐτοῖς ταῦτα ἔρχεται.
ἐμοί, ὦ ἄρχων τοῦ τε δεσμωτηρίου τούτου καὶ τῶν ἐν αὐτῷ κειμένων, πλὴν τοῦδε τοῦ σώμα- τος ἔστιν οὐδέν, οὐ γονεῖς, οὐ τέκνα, οὐ φίλοι· 6 7 8 9 10 πόθεν ἂν οὖν ἀμειψαίμην τὸν λύχνον, εἰ μήτ’ ἀπὸ τῆς γῆς ἀργύριον ἔχοιμ’ ἄν ἀνασπάσαι μήτ’ έστιν ὁ εἰσοίσων; ταῦτα εἰὼν ἀκούει· διὰ τί οὐ καλεῖς διὰ τῶνδε τῶν ἐξιόντων γυναῖκα
δεῦρο τῶν ἐπὶ φιλανθρωπίᾳ φιλοτιμουμένων, εἶτ’ αὐτῆς πρὸς τὰ γόνατα προσπεσὼν πείθεις προσαιτοῦσαν ἀγείρειν τίσοι; τουτὶ δὲ ὁ μέν τις 11 ἐδυνήθη, ὁ Ι δ’ οὔ. παρ’ ὅτου δὲ οὐκ ἔνι λαβεῖν, ἀρκεῖ μαστιγῶσαι.
θνήσκουσι τοῖς τε ἄλλοις κακοῖς καὶ μεγίστῳ δή, στενοχωρίᾳ, μυρίοι. καὶ ὁ μὲν φύλαξ ἐμήνυσεν, ὁ δ’ ἄρχων οὐδὲν τῇ ψυχῇ παθὼν θάπτειν ἐπέτρεψε. τῷ δ’ ᾐτιαμένῳ τὴν ἀρχὴν οὐδεὶς φόβος, ἀλλ’ οὐδὲ εἰ τέθνηκεν, οἶδεν. ἀποθνήσκουσι δὲ ἐν τούτοις δοῦλοί
τε ἐν ἴσῳ καὶ ἐλεύθεροι, οἱ μὲν οὐδὲν ἠδικηκότες, οἱ δ’ οὐκ ἄξια θανάτου. οἱ θεοὶ δὲ ταῦτα ἴσασιν οἵ τε ἄλλοι καὶ ὁ πάντα ἐφορῶν Ἥλιος. οἶς οὐκ ἂν φαίης τὰ τοιαῦτα ἀρέσκειν. ἀντὶ δὲ τῶν ἀπιόντων ἔστι τὸ πρὸς τὸν δεσμὸν ἀγόμενον ἢ οὐκ ἔλαττον ἢ καὶ πλέον.
μένων πρᾴως ἔχειν σε δοκεῖν; οὐδὲ γὰρ ἐκεῖνό γ’ εἰπών τις εὖ λέγειν ἂν δόξειεν, ὡς οὐδὲν τούτων εἰδείης. ἀπαιτῇ γὰρ ὑπὸ τῆς βασιλείας, ὦ βασιλεῦ, τὸ πάντα ἐπίστασθαι. καὶ τοὺς φονέας τούτους πάλαι χρῆν των τῶν θανάτων ὑπεσχηκέναι δίκην, ἀλλ’ εἰ καὶ μὴ
πρότερον, νῦν γέ τις ἐπιστροφὴ γενέσθω.
τεθνᾶσι τὸν τρόπον, τῶν ἀνθρώπους ἀπεκτονότων εἰσίν. εἰ δὲ καὶ ψευδεῖς αἰτίαι καὶ ῥῆμά τι καὶ μικρὸν ἤδη τινὰς ἀργύριον ἔδησε, προὔβη δὲ ὁ δεσμὸς εἰς θάνατον, τί δεῖ λέγειν τοὺς τὰ μέγιστα ἠδικηκότας κατὰ τῶν ἢ οὐδὲν ἢ μικρά; εἰ γὰρ δὴ καὶ σφόδρα
τοῖς ἐκεῖνα δεδρακόσι προσήκων ἦν ὁ θάνατος, ἀλλὰ τούτοις γε οὐκ ἐχρῆν οὕτω μακρὸν ποιεῖν τὸν δεσμόν, ὥστε αὐτοῖς τὸ κακὸν εἰς θάνατον τελευτᾶν.
Oratio 45. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.