ἐλαύνοντες, ἐπ’ ἄλλας ἰόντες πόλεις ὑπὸ νυμφίων καλούμενοι γῆν ὠνησόμενοι, θάλατταν ὀψόμενοι. | 5 τῶν δὲ δι’ αὐτοὺς δεθέντων τῶν μὲν ἐπελάθοντο, τῶν δὲ οὐ φροντίζουσιν. οἱ δικασταὶ δὲ οἱ βέλτιστοι οἱ τὸν δεσμὸν αὐτοῖς ὃν ἐβούλοντο δεδωκότες καὶ
περὶ πλείονος τὴν πρὸς ἐκείνους χάριν τῆς τοῦ δικαίου μοίρας πεποιημένοι οὔτε ἀγανακτοῦσιν οὔτε καλοῦσιν οὔτε ἐπιτιμῶσιν οὔτε τί ταῦτα; ἐρωτῶσιν οὐδ’ ὡς περὶ ἀσεβοῦς τοῦ πράγματος διαλέγονται οὐδ’ ὡς οὐκ ἂν ἐπὶ πλέον δύναιντο τὰ τοιαῦτα ἀνέχεσθαι, λέγουσιν.
Oratio 45. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.