καὶ τὸν μὴ ποιήσαντα πλῆξαι. σὺ δὲ πρὸς μὲν τοὺς λαμπροὺς ἑστιάτορας τὴν ἀσχολίαν ταύτην οὐ λέγεις οὐδ’ ὡς οὐκ ἂν δύναιο πίνειν κατακείμενος τοσαῦτα 1 2 μέρη τῆς ἡμέρας, καὶ ἴσως οὐκ ἀδικεῖς ὑπακούων αῦτα τοῖς φίλοις· ἂν δέ τι τῶν μειζόνων τὴν σὴν ἀπαιτῇ γνώμην, οὐκ ἄγεις σχολήν, ἀλλὰ βαπτίζῃ καί σε ὁ τῶν πραγμάτων τῶν ἄλλων ὄχλος ὑφ’ αὑτῷ πεποί- ηται, ὥσπερ τῶν πραγμάτων ἐκείνων ἃ λέγεις τοῖς μὲν
ἐκπώμασιν εἰκόντων, σωτηρίας δέ τισι φθονούντων.
ὑποδύντων νομιζόντων ἀρκεῖν, εἰ διασωθεῖεν. ἐτε- θνήκει μὲν οὖν ἄπαις, οὓς δὲ ἐπεποιήκει τῶν ἑαυτοῦ δεσπότας διαθήκῃ, τούτους ἔδει κατὰ τὸν νόμον μηδὲν παραλιπεῖν ἐξ ὧν ἦν ἐλπὶς ἔσεσθαί τινα δίκην. ἄν- θρωποι τοίνυν ἐξάγονται τῆς κώμης σαφὲς μὲν οὐδὲν
ἔχειν λεγούσης, ὑποπτεύειν δὲ τούτων εἶναι τὸ ἔργον.
Oratio 45. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.