δὲ ἑπτὰ διελθόντων καὶ οἷς ἦν ἀνάγκη τοῦ κειμένου φροντίζειν ἐγκειμένων τῷ τὴν ἀρχὴν ἔχοντι ποιεῖται μὲν τὴν πρὸ τοῦ Διονυσίου στοὰν ἀνὴρ Ι δικα- 1 στήριον. μελλούσης δὲ εἰσιέναι τῆς δίκης ἀκούει μὲν 2 3 ᾀδόντων τὰ αὑτῶν ᾄσματα τῶν ἐν τοῖς σπηλαίοις οἰ- κούντων δεῦρο τότε ἡκόντων, ὃ ποιεῖν τοῦ θέρους εἰώθασιν, ἀναπηδήσας δὲ ἐκ τοῦ θρόνου τὴν ταχίστην ἀπῆλθεν, ὡς οὐκ ὂν δίκαιον ἐκείνων φανέντων τῶν
δικαίων τι ποιεῖν· ἀπελθὼν δὲ οὐκέτι προσεῖχε τὸν νοῦν τοῖς ἐπεξιοῦσιν, ἀλλὰ τοῖς μὲν ἀποστερηθῆναι τῆς οὐσίας αἴτιος ἐγένετο προαχθεῖσιν, ὡς ἐν μήκει χρόνου, μικροῦ του προσάψασθαι τῶν ἐκ τῆς γῆς, | 4 πέντε δὲ ἐκείνων ἀποθανεῖν ὑποπτευθεῖσιν, οὐκ
ἐλεγχθεῖσιν, ὧν ἂν εἷς ἐσώθη τις καὶ μάτην νομισθείς, τάχα δ’ ἂν καὶ ἅπαντες. πολλὰ τοιαῦτα νόμιζε καθ’ ἕκαστον ἔτος ἁμαρτάνεσθαι, βασιλεῦ.
εἶναι φύσεως φασιν οὔτε βασανίζειν ἄνθρωπον τὴν διὰ τῶν πλευρῶν βάσανον οὔτε ἐπὶ ξίφος παραδιδόναι τῷ δημίῳ. πρὸς οὓς εἴποιμ’ ἄν, ὅτι χρῆν αὐτοὺς ἑαυτοὺς ἐγνωκότας ἰδιωτεύειν, ἀλλ’ ἐθέλειν ἄρχειν ἀδυνατοῦντας ἄρχειν. ἄρχοντος μὲν γάρ ἐστι τὸ καὶ
ταῦτα δύνασθαι, οἱ δὲ τὸ μὴ ἄρχειν δύνασθαι σαφῶς 5 6 ὡμολογήκασιν. εἰ γὰρ δὴ τὰ μὲν πράγματα τούτων ἀμφοτέρων δεῖται, καὶ βασάνων καὶ θανάτων, ὁ δὲ καὶ ταῦτα κἀκεῖνα φεύξεται, πῶς ἂν ἄρχων εἴη μὴ τὸ τῆς ἀρχῆς ἅπαν ποιῶν; βασάνῳ γὰρ τἀληθὲς ἐν λοῖς εὑρίσκοιτ’ ἂν μόνη τῷ τε τῶν ἐξελεγχομένων
θανάτῳ τάχ’ ἄν τις τῶν πονηρῶν γένοιτο μετριώτερος.
Oratio 45. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.