δὲ ἀγαθὸν αἱ παρὰ τῶν πολλῶν εἰς αὐτοὺς μετ’ εὐφη- μιῶν βοαὶ καὶ τὸ εἰδέναι χάριν ἐκείνους αὐτοῖς ἀντὶ τῶν ἡδονῶν ἃς πορίζουσι τῷ πλήθει. ἀφέντες οὖν τὸ διὰ τοῦ τὰ προσήκοντα ποιεῖν παρὰ τοῖς εὖ φρο- νοῦσιν εὐδοκιμεῖν, ἀφ’ ὧν ἡγοῦνται τοὺς ἀργοὺς του-
τουσὶ καὶ κηφῆνας ἐπισπᾶσθαι, ταῦτα χαρίζονται, οἱ μὲν ἐκδεχόμενοι τὰ τῶν ἔμπροσθεν, οἱ δὲ καὶ προστι- θέντες, κἂν τύχωσι τῆς κλαγγῆς τῶν γεράνων, εὐδαι- 1 2 3 μονίζουσιν Ι ἑαυτούς. εἶθ’ οἱ μὲν μεγάλοι, νοὶ δὲ οἱ βουλεύοντες καὶ τῇ παρ’ ἐκείνων βοηθείᾳ πολλάκις τὰς παρὰ τῶν ἀρχόντων ὀργὰς διαφεύγοντες. τοῦτο ἄλλα τε πολλὰ καὶ τοὺς δεσμώτας ἀπόλλυσιν.
ἢ καὶ τότε φήσετε τοὺς ὀφείλοντας εἰσπράττειν; ἀλλ ’ 4 αὐτῷ τούτῳ πρώτῳ τιμᾶτε Ι τὴν εἰς ἅπαντα ἐκείνην ἐξουσίαν τὴν ἐν τῇ Δάφνῃ, τοῦτο γάρ ἐστιν ἡ ἑορτὴ τὸ μηδενὸς ἀπέχεσθαι τῶν αἰσχρῶν. καὶ τοῦτο τοίνυν αὐτῇ χαρίζονται, βασιλεῦ, τὸ μὴ πάνυ τότε μεμνῆσθαί τινα τῶν τοῖς σοῖς θησαυροῖς ὀφειλομένων χρημάτων.
Oratio 45. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.