οἱ δὲ ἐπὶ πάσης ἔρχονται καθ’ ἑκατέραν τῆς ἡμέρας μερίδα καὶ τὰ τῶν εἰσπράξεων οὐ χείρω ταύτῃ καθί- σταται. καίτοι πόσῳ βέλτιον καὶ ἀνθρωπινώτερον τοῖς ἠτυχηκόσι τῶν ἀνθρώπων βοηθεῖν εἰς ὅσον ἔξεστιν ἣ ἐν περιττοῖς θεάμασιν ἀναμένειν τὰς νύκτας, καὶ
δειπνοῦντα Ι ποιεῖσθαι λόγους ὑπὲρ τῶν καλῶς 2 ἀφειμένων ἢ ὅσα τοῖς ἡνιόχοις ἐπ’ ἀλλήλους εὕρηται.
Oratio 45. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.