τολμῶντες, ὅπως μὴ κακοὶ περὶ τὸν μισθὸν εἶναι δοκοῖεν. ὁ δὲ ἀποπνίγεται τὸ πλῆθος τῶν πόνων Ι 1 οὓς ἐπόνησεν ἐννοῶν καὶ ὡς εἰς ἀχαρίστου ψυχὴν 2 3 4 οἰοδομῶν οὐκ ᾔδει. μισθοῦ τοίνυν μεμνημένος μὲν εἰς τοιαῦτα ἐμπίπτει, φόβῳ δὲ τούτων σιωπῶν ἀλγεῖ τῷ μηδὲ λέγειν ἔχειν, ἐκ δὲ τούτων καθέζοιτ’ ἂν αὑτὸν ἐσθίων. ἐπὶ βιβλίον δὲ καὶ τὴν ἐκεῖθεν τροφὴν ἢ οὐχ ἧκεν ἢ μάτην οὐκ ἔχων τεῖναι τὸν νοῦν ἀκριβῶς
εἰς τὸ κέρδος. γίγνεται οὖν ἐντεῦθεν φαυλότερος. οὕτω πρὸς τῇ τοῦ μισθοῦ στερήσει καὶ τὸ χείρω γίγνεσθαι τὴν διάνοιαν ἔστι.
τι, τὸ δὲ νῦν τοῦτο πολύ· μικροῦ γὰρ ἰσάριθμοι ταῖς ἡμέραις αἰ ἀποστάσεις. καὶ τοὺς αὐτοὺς εὕροις ἂν διὰ πάντων ἥκοντας, ἕως ἦλθον ἐπ’ ἐκεῖνον ἀφ’ ὅτου πρῶτον ἀπέστησαν. καὶ δευτέρα περίοδος καὶ τρίτη. καὶ περὶ ἕκαστον τῶν διδασκάλων πολλάκις ἀμφότερα,
ὁ μὲν ὡς ἕτερον ἀπῆλθε νέος, ὁ δ’ ἦλθεν ἄλλον ἀφείς. οἱ δὲ μείναντες διὰ τέλους οὐκ ἄνευ τοῦ τὴν ἴσην 5 6 7 παρασχεῖν προσδοκίαν ἔμειναν, ὡς ἄρα τὸ αὐτὸ δρά- 8 σουσιν, ὥστε κἀκ τῶν βελτιόνων Ι γενέσθαι τινὰ λύπην.
εἰ τὰς ἀποστάσεις συνθήκαις ἀνέλοιμεν καὶ μὴ ἐξείη τρέχειν παρὰ μὲν τούτων ὡς ἐκείνους, παρὰ δὲ νων ὡς τούτους, οἶόν τι τοῖς παίζουσι παισὶ γίγνεται περὶ τὰς γωνίας. γνώτω νέος ἅπας, ὡς ἡ διὰ τῶν ἀποστάσεων αὕτη πέπαυται τρυφή. γνώτω πατήρ,
γνώτω μήτηρ, γνώτω παιδαγωγός. οἱ νῦν μέν εἰσιν ἅπαντες τῶν ἐπὶ θρόνων καθημένων δεσπόται, μένων δὲ ὧν εἶπον γνωριοῦσι σφᾶς τε αὐτοὺς κἀκεί- νους καὶ ἀντὶ τοῦ βλέπειν εἰς αὐτοὺς ἀξιοῦν τοὺς ἡγεμόνας ἀκολουθήσουσιν οἷς ἡ τοῦ δικαίου τάξις
βούλεται. ἔσονται δὲ ἐνεργοὶ μὲν ἱμάντες, ἐνεργοὶ δὲ ῥάβδοι. ὡς νῦν γε παρὰ μὲν τοῖς οὐδ’ εἰσί, παρὰ δὲ τοῖς ἀφοσιοῦνται σαφῶς εἰδότων τῶν χρω- μένων, ὡς, εἰ γένοιτό τι τοσοῦτον ὁπόσον ἄξιον, ἄλλου τὸν νέον ἐποίησε. δυναμένων δὲ τοῦτο τῶν
πληγῶν ταὐτὸ ποιεῖ καὶ παιδαγωγὸς οὐ θεραπευό- μενος. ἡ θεραπεία δὲ βάθρου τυχεῖν, ἀργύριον λα- βεῖν, ἑστιαθῆναι, πολλὰ ἕτερα. ἂν ταῦτα ὑπομείνῃς, ἔχεις τὸν νέον· ἂν δ’ οὐκ ἀνάσχῃ, τὴν ἀπόστασιν ἤκουσας.
Oratio 43. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.