ἐλπίσιν. αἱ δέ εἰσιν ἀρχή, δυναστεία, γάμος, ἐν βασι- λείοις διατριβαί, τὸ διαλέγεσθαι βασιλεῖ. καὶ κομιδῆ μὲν ὀλίγοις ὁ πλοῦς ἐκεῖνος ἐλυσιτέλησεν, ὡς τοῖς γε πλείοσι πρὸς τῷ μηδὲν ἐνεγκεῖν παρείλετό τι καὶ τοῦ φρονεῖν. ὅμως δ’ ἕλκονταί τε καὶ προσδοκῶσι, καὶ τὸ
οὔπω κτηθὲν ἔχεται καὶ τῷ μὲν ἐλάττονι τὸ πρᾶγμα κρίνεται, τῷ πλείονι δὲ οὐ δοκιμάζεται. τοιαῦτα τῷ δαίμονι δέδοκται περὶ ἐκατέρων τῶν λόγων. διὰ ταῦτα λύπην ἐκ τῶν διδασκαλείων οἴκαδε κομίζομεν πλὴν τοῦ καταβοῆσαι τοῦ καιροῦ ποιεῖν οὐδὲν ἔχοντες.
οὐκ ἀηδὲς ἄριστον; οὐκ ἀπορία δείλης; οὐ πικρὸν τὸ δεῖπνον; οὐ τὸ πλέον τῆς νυκτὸς ἐν ἀγρυπνίᾳ; οὐ τῆς ὑστεραίας μισεῖται μὲν ὁ θρόνος, ἐχθρὸν δὲ τὸ τῶν λόγων χωρίον, ὕποπτον δὲ τὸ μένον ἔτι, θρασὺς δὲ ὁ ἀποστὰς ἀπαντῶν ἐξεπίτηδες σὺν ὕβρει τῷ τέως
διδασκάλῳ, πάντων ἐπιλελησμένος, ἐκβαλὼν μὲν τῶν ὀμμάτων τὴν ὀφειλομένην αἰδῶ, μεστὸν δὲ αὑτὸν πεποιηκὼς τῆς εἰς ἐκεῖνον ἀσελγείας, ἀπὸ παντὸς ἔργου τε καὶ σχήματος ἀνιᾶσαι προθυμούμενος, κεκραγώς, εἰ μισθοῦ τις μνησθείη, τὸ καὶ τὸν χρόνον αὑτῷ τηνάλλως
ἀνηλῶσθαι καὶ μηδὲν εἰδέναι καὶ μηδὲν ἀκηκοέναι καὶ βραδέως ἀφεστάναι καὶ χρῆναι πάλαι τοῦτο πεποιηκέναι καὶ μισθὸν ἀμαθίας οὐ νενομίσθαι.
Oratio 43. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.