σασθαι διὰ τῶν συνθηκῶν τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τοῖς νέοις ἀμείνοσι γενέσθαι βλακεύειν διὰ τὰς ἀνάγ- κας οὐκ ἔχουσι. δεῖ γὰρ δὴ μένοντας ἢ βούλεσθαι 1 2 πονεῖν ἢ προσαναγκάζεσθαι. πληγὰς δὲ οὐ κωλύσει φόβος ἀποστάσεων. νῦν Ι δ’ οἱ μὲν ῥᾳθυμοῦσιν, 3 οἱ δ’ οὐκ ἐπιτιμῶσι, καὶ οἱ μὲν καθεύδουσιν, οἱ δ’ οὐκ ἐπεγείρουσι, καὶ οἱ μὲν πλημμελοῦσιν, οἱ δὲ σιωπῶσιν εἰδότες μέν, ὡς οὐ δίκαια ποιοῦσιν, οὐκ ἀκινδύνους
δὲ αὑτοῖς τὰς νουθεσίας εὑρίσκοντες.
ἐάσει διακρίνειν οἷς τε δεῖ συνεῖναι τῶν νέων καὶ οις μή. ἔστι σοι παῖς. τοῦτον βούλει τῆς τοῦ λέγειν δυνάμεως μετασχεῖν. κάθηνται πολλοὶ διδάσκαλοι χρόνῳ μακρῷ βεβασανισμένοι πεῖραν σφῶν αὐτῶν ἐν οἷς ἤδη τινὰς πεπαιδεύκασι δεδωκότες. τούτων ὂν ἂν
οἱ λογισμοὶ πείθωσιν ἑλόμενος ἔα παραδοὺς μένειν.
Oratio 43. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.