οἰχομένοις πῶς αὐτὴν ἔπαυσέ τε καὶ ἀνέστησεν; οὐ παραμυθητικούς, μὰ Δί’, ἐπᾴσας λόγους οὐδ’ εἰπὼν σωφρονήσειν οὐδ’ εἰ μὴ λήξειεν ἐκείνη δακρύων, ἀπο- κτενεῖν ἑαυτόν, ἀλλ’ ἀκονήσας ξίφος ἐχώρησεν ἐπ’ τήν, τὴν δὲ ὁ φόβος ὤρθωσε. τὸν οὖν τοιαύτην αὑτῷ
ποιοῦντα τὴν οἰκίαν οἴει τῇ βουλῇ τινος αἴτιον ἀγαθοῦ γενήσεσθαι; ἐγὼ μὲν γὰρ καὶ σκυτοτόμον, ὡς Ὅμηρος παραινεῖ, συνοικοῦντα τῇ γυναικὶ μᾶλλον ἀρετῆς μετέ- 2 3 4 5 χεῖν φαίην ἂν καὶ εἶναι δίκαιον τῆς βουλῆς μετέχειν ἢ τοιοῦτον ὄλεθρον.
οἱ μὲν ἐφθέγξαντο, οἱ δὲ ἐσιώπησαν, καὶ οἱ μὲν εἶπον κακῶς, οἱ δ’ οὐκ ἀντεῖπον, καὶ οἱ μὲν ἐβλασφήμησαν, οἱ δ’ οὐκ ἠγανάκτησαν, καὶ οἱ μὲν ἐπέθεντο, οἱ δ’ ἡσύχασαν, καὶ οἱ μὲν ἐξέωσαν, οἱ δ’ οὐκ ἀντελάβοντο, καὶ οἱ μὲν τὰ τῶν πολεμούντων ἔδρασαν, οἱ δὲ τὰ
τῶν βοηθούντων οὐκ ἐποίησαν. γίγνετ’ οὖν τὸ τῶν τριῶν κοινὸν ἁπάντων τῇ σιωπῇ.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.