ἂν ἦν ὁ σφαττόμενος, ἐπεὶ καὶ τὴν ἐσχάτην εἴπερ ἔδει τιμᾶσθαι κακίαν, ἐστεφανοῦτ’ ἂν οὗτος. ὃς τοῦ μὴ φιλεῖν σοι τὴν πόλιν μέγα σημεῖον ἐκφέρει τὸ μῖσος τὸ κατὰ τῆς γυναικός. μισεῖ δὲ αὐτὴν μισούμενος, μισεῖται δὲ προπηλακίζων τὸν Ὑμέναιον ἀκολασίᾳ καὶ
τῇ μὲν προικὶ πλουτῶν, τῷ πλουτεῖν δὲ κατ’ ἐκείνης παρ’ ἧς τὸ πλουτεῖν αὐτῷ, χρώμενος.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.