διελόμενοι τοὺς ἐπαίνους μακρὰ ἂν ἕκαστος διῆλθε, τοσαύτην ἀφθονίαν ὁ Θαλασσίου βίος πεποίηκεν εὐφη- μιῶν. καὶ ἔγωγε ἠξίουν τὸν Γαίσωνος μὴ τὸν ἐχόμε- νον ἀφεῖναι μάρτυρα, ἀλλὰ τοὺς πεπλευκότας ἐπανά- γειν μηδὲ ἐκείνην ἡμῖν διδόναι τὴν χάριν, ἀλλὰ ταύτην
καὶ τόν γε Θαλάσσιον καλεῖν καὶ παρόντα δοκιμάζειν καὶ φαινόμενον μὲν ἀγαθὸν ἐγγράφειν, ἐλεγχόμενον δὲ φαῦλον ὡς ἐπ’ ἀδικήματι τῷ τῆς βουλῆς ἐπιθυμῆσαι κολάζειν. νῦν δὲ λοιδορίας ἀνεξετάστους κεκινηκότες ἃ 1 βουλομένοις ἦν τοῖς ἡμῖν φθονοῦσι | πεποιήκασι
τῶν μὲν εἰρημένων, τῶν δὲ οὐ πεφηνότων.
ἐχθρὸν ἀνθρώπῳ τῶν ἀδυνάτων, παρὰ δὲ τῶν νῶν ἥξειν τι τοιοῦτον ἐλπίζοντες οὐχ ὑποθήσουσι τοῖς πολεμίοις αὑτοὺς ἐν ὅτῳπερ εἰσί, μένοντες. Θαλάσσιος δὲ πρὶν ἢ τῆς βουλῆς τυχεῖν, ἐλειτούργει τῇ γνώμῃ καὶ πρὸς τὴν δαπάνην ἠπείγετο τοὐναντίον τοῖς ἄλλοις
ποιῶν. ὃ γὰρ ἐκείνους ὁρῶμεν πάσῃ τέχνῃ φεύγοντας, 2 3 πολλῇ σπουδῇ τοῦτον ἦν διώκοντα ἰδεῖν. οὕτως α αὐτὸν ἐπὶ τὸ συνέδριον ἦγε, καὶ οὐχ ἃ δαπανᾷ, κερ- δαίνειν ἠξίου.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.