δόνι, ὁ δ’ ἦν ἐν τῷ λιμένι ταὐτὸ ποιήσων οὔσης κης καὶ τούτῳ τινός. | ὁ δὲ δὴ τρίτος ἔνδον ὢν 1 ἐν τοῖς βουλεύουσι χαλεπῶν μὲν ἐπειρᾶτο προσώπων, εἶπε δὲ ἁπλᾶ καὶ δίκαια, ὅτι τὸν τῷ δεῖνι συζῶντα, ἐμὲ δὴ λέγων, μαρτυρῶν εἶναι βέλτιστον οὐκ ἀδικοίη.
νόμιζε δὴ κοινόν, ὦ βασιλεῦ, καὶ τῶν ἀπόντων τοῦ- τον εἶναι τὸν λόγον. λέγουσι τοίνυν οἱ τρεῖς· ὦ παῖ Γαίσωνος, ὅτι μαρτυροῦμεν ἡμεῖς καλὸν κἀγαθὸν εἶναι Θαλάσσιον ὁρῶντες ἐν παιδὸς ὄντα χώρᾳ παρ’ ἀνδρὶ φεύγοντι τοὺς κακούς.
2 3
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.