φέροι. ἔστησε μὲν γὰρ ταύτην, ἔστησε δὲ πρὸ ταύτης ἑτέρας ἑτέρων, ὧν οὐκ ἂν ἴσως ἕτερός τις. εἰ δὲ καὶ ἐμὲ πεποιημένος ἀρχήν, εἶθ’ ἥκων ἐπ’ ἐκείνας, οὐ σφό- δρα ἂν ἐτίμα, τίς ἡ τιμὴ μετ’ ἐκείνας ἐπὶ τήνδε ἀφῖ- χθαι; ἀλλ’ ἔστω τιμὴ σανίς τε καὶ χρώματα· οὐκοῦν
μείζων λόγος πανταχῆ φερόμενος; ἀπειληφὼς τοίνυν 1 2 3 4 τὴν χάριν δότω τὴν δίκην. ἀρκέσει δὲ ἡμῖν, ἢν ὑβρι- στὴν εἶναι ψηφίσῃ τὸν ἄνθρωπον.
χρημάτων, ὥστ’ αὐτῷ καὶ χρυσᾶς οἰκίας ἐξεῖναι ποιεῖν ἁμιλλωμένας πρὸς τὰς ἐκ λίθου, περὶ ἃς καὶ αὐτάς οὕτω δεδαπάνηται λαμπρῶς, ὥστε μανίαν εἶναι τὸ πρᾶγμα δοκεῖν. οὗτος τοίνυν τιμαῖς ἁπάσαις παρ’ ἐμοῦ τιμηθεὶς <μάτην>, καὶ γὰρ ἐν οἷς εἶχεν, εἴπερ ἤθελεν,
ἡμᾶς ποιῆσαι καλῶς, οὐκ ἐποίησε, τῶν ἠδικηκότων καὶ αὐτὸς γεγένηται δίκας ὀφείλειν τῷ συνεδρίῳ λέγων τοὺς μαρτυρήσαντας ἄν. καὶ ἐκέλευεν αὐτοὺς εἰς μέσον ἄγειν καὶ τιμωρεῖσθαι.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.