ἂν εἷς δύναιτο, φησὶν ὁ Δημοσθένης, ἐφικέσθαι τῶν ἐν ταῖς ἀρχαῖς τούτου κακῶν. διὸ πεπαυ- μένου μὲν ἑορτάζοντας ἦν ἰδεῖν τοὺς ἀπηλλαγμένους, 1 2 εἰσιόντος δὲ θρηνοῦντας τοὺς δεξομένους. καὶ τό γε τοῖς φάσκουσιν οὐκ εἶναι θεοὺς συναγωνιζόμενον τοῦτο ἔστιν. εἰ γὰρ ἦσαν, λέγουσι, κἂν ἐκήδοντο τῆς γῆς, κηδομένων δὲ τῆς γῆς οὐκ ἂν οὗτος
ἦρχεν. ὃς ὅταν παρὰ σοῦ τοῦτο οὐκ ἔχῃ, δίδωσιν αὐτὸς αὑτῷ πλέον ἔχειν ἀξιῶν τῶν ἐν ταῖς ἀρχαῖς ὄντων. καὶ ταῦτα οἶδε καλώς ἡ Φοινίκη καὶ μαρτυρή- σειεν ἄν, εἰ θεὸν ἐγγυητὴν ὑπὲρ τοῦ μέλλοντος λάβοι χρόνου.
περὶ τὴν εἰκόνα πεποιηκυίας κατεῖχεν ἂν ὀπτᾶτον, τῇ δὲ εἰκόνι ταύτης οὐκ οὔσης τῆς αἰτίας ἠκολούθησεν εἰκότως τοῖς Ὀπτάτου τὰ πολὺ τῶν Ὀπτάτου μείζονα.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.