εἰ τὴν φωνὴν ἀδικῶν ἐν τοῖς ἄλλοις ἐτίμα τὸ δίκαιον, ἀλλὰ τίς μὲν λοιμὸς ὅσους οὗτος Φοινίκων ἀπήνεγκ·ε; τίνος δὲ οὐ λοιμοῦ δεινότερος τῇ Παλαιστίνῃ κατέστη; ἡ δὲ πλειόνων ἐθνῶν ἀρχὴ ποίων οὐκ ἐγένετο βαρυ- τἐρα πολέμων; ὢ πόσον αἱμα τὴν γῆν ἔχρωσεν; ὢ πόσα
ξίφη δι’ αὐχένων ἔδραμεν; ὤ πόσοι τάφοι τοῖς ἀρχαίοις προσετέθησαν; ὢ πληγῶν θανάτους τε ἐργαζομένων καὶ οὐδὲ νῦν] παυομένων. ὢ πληγῶν ἃς ἐπεῖδεν Ἥλιος διὰ παντὸς τοῦ τῆς ἡμέρας μέτρου. ὢ φυγῶν. ὢ δεσμῶν. ὢ παθημάτων τῶν μὲν παρόντων, τῶν δὲ
ἐλπιζομένων, τῶν μὲν πιεζόντων, τῶν δὲ δειματούν- των. ὢ λόγων ἀτιμίας. ὢ | τιμωμένης ἀμαθίας. 1 ὢ χαρίτων ἀδίκων. ὢ πόλεων εἰς οὐδὲν δέον μετα- πεποιημένων. ὢ βλάβης μὲν τῆς ἐν τοῖς καθαιρου- μένοις, βλάβης δὲ τῆς ἐν τοῖς ποιουμένοις.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.