σῶσον οὐ πέμψασα συγκατεδουλώσατο. ἰατρὸς δὲ ἐπι- τρέψας νοσήματι κρατῆσαι τοῦ νοσοῦντος δύναιτ’ ἄν, πρὸς Δῖός, διαφυγεῖν αἰτίαν; ὅλως ὅσοις εἰσὶ δυνάμεις εἰς τὸ κωλύσαι τι δυσχερὲς ἠρεμοῦσαι καὶ περιορῶσαι τὸ βλάψον, οὐκ ἀνείργουσαι, μετὰ τῶν εἰργασμένων
εἰσίν. ἔγωγέ τοι τοὺς καθημένους Ἀργείους, ἡνίκα ὁ 1 Πέρσης ᾕρει | τε τὰς Ἀθήνας καὶ κατέσκαπτεν, 2 3 4 οὐκ ἔξω τῶν κατεσκαφότων τίθημι διὰ τί γὰρ οὐκ ἐμιμοῦντο τοὺς Λακεδαιμονίους;
δείκνυμεν, ὁπόσον τι τὸ συνέδριον νομίζομεν. κατα- φρονούντων δὲ ἦν, οἶμαι, τὸν Ἱπποκλείδην εἰπόντας μηδὲν εἰπεῖν ὧν νῦν ἀκήκοας.
οὐκ ὀλίγοις μεταβέβληκας ὀδυρμοὺς εἰς ἑορτάς, καὶ πρὸς τὸ συνέδριον εἰπεῖν, ὡς ἀμείνους ἂν ἦσαν μὴ τοῦτον τῷ πράγματι τούτῳ κεχρημένοι τὸν τρόπον, ἀλλ’ ὀρθότερον καὶ δικαιότερον καὶ σωφρονέστερον καὶ ᾧ ἔμελλον οὐ περιβαλεῖν ἀτιμίᾳ τὸν τῆς βουλῆς ἐραστήν.
ἐκεῖνοι μὲν οὖν ἴσως τὰ αὑτῶν ἰάσονται, σὺ δ’, ὦ βασιλεῦ, χρῶ θαρρῶν εἰς ἀρχὰς τῇ τοῦδε φύσει, ἐάν τε τὴν ἔθνους ἐάν τε τὴν πλειόνων ἐθέλῃς παραδοῦναι. εὑρήσεις γὰρ αὐτὸν ἔν τε τοῖς ἐλάττοσιν ἔν τε τοῖς μείζοσι τοιοῦτον, ὡς τὸν παρελθόντα χρόνον ἐζημιῶσθαί
σοι τὰ πράγματα νομίζειν.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.