τίς γέρων; τίς γυνή; τίς δοῦλος; τίς ἐλεύθερος; καὶ μὴν ἔδει μὲν ἡγήσασθαι τῆς τιμωρίας γραφήν, ἡ δ’ οὐκ ἂν ἦν μὴ ὄντος τοῦ γραφομένου. ποῦ τοίνυν ἡ γραφή; τίς δ’ ὁ ταύτην ἀπενεγκών; ποῖος μὲν φόβος ἐποίησε τὸν δρασμόν; τίς δὲ κατήγορος τὸν φόβον;
ποῖον δὲ πάθος τὴν αἰτίαν; τίς τίνα διὰ τοῦτον ἐπέν- θησε; τίνι τί τῶν πραγμάτων χεῖρον ἔσχε; τίς τὶ διὰ τοῦτον προσδοκήσας χαλεπὸν εἰς δικαστήριον ἤγαγεν;
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.